Book 2
9.2
οἰκιστὴν δὲ καὶ τὸν Ἀριστείδην τῆς Σμύρνης εἰπεῖν οὐκ ἀλαζὼν ἔπαινος, ἀλλὰ δικαιότατός τε καὶ ἀληθέστατος· τὴν γὰρ πόλιν ταύτην ἀφανισθεῖσαν ὑπὸ σεισμῶν τε καὶ χασμάτων οὕτω τι ὠλοφύρατο πρὸς τὸν Μάρκον, ὡς τῇ μὲν ἄλλῃ μονῳδίᾳ θαμὰ ἐπιστενάξαι τὸν βασιλέα, ἐπὶ δὲ τῷ ζέφυροι δὲ ἐρήμην καταπνέουσι καὶ δάκρυα τῷ βιβλίῳ ἐπιστάξαι τὸν βασιλέα ξυνοικίαν τε τῇ πόλει ἐκ τῶν τοῦ Ἀριστείδου ἐνδοσίμων νεῦσαι. ἐτύγχανε δὲ καὶ ξυγγεγονὼς ἤδη τῷ Μάρκῳ ὁ Ἀριστείδης ἐν Ἰωνίᾳ, ὡς γὰρ τοῦ Ἐφεσίου Δαμιανοῦ ἤκουον, ἐπεδήμει μὲν ὁ αὐτοκράτωρ ἤδη τῇ Σμύρνῃ τρίτην ἡμέραν, τὸν δὲ Ἀριστείδην οὔπω γιγνώσκων ἤρετο τοὺς Κυντιλίους, μὴ ἐν τῷ τῶν ἀσπαζομένων ὁμίλῳ παρεωραμένος αὐτῷ ὁ ἀνὴρ εἴη, οἱ δὲ οὐδὲ αὐτοὶ ἔφασαν ἑωρακέναι αὐτόν, οὐ γὰρ ἂν παρεῖναι τὸ μὴ οὐ ξυστῆσαι, καὶ ἀφίκοντο τῆς ὑστεραίας τὸν Ἀριστείδην ἄμφω δορυφοροῦντες. προσειπὼν δὲ αὐτὸν ὁ αὐτοκράτωρ διὰ τί σε ἔφη βραδέως εἴδομεν; καὶ ὁ Ἀριστείδης θεώρημα, ἔφη ὦ βασιλεῦ, ἠσχόλει, γνώμη δὲ θεωροῦσά τι μὴ ἀποκρεμαννύσθω οὗ ζητεῖ. ὑπερησθεὶς δὲ ὁ αὐτοκράτωρ τῷ ἤθει τἀνδρὸς ὡς ἁπλοικωτάτῳ τε καὶ σχολικωτάτῳ πότε ἔφη ἀκροάσομαί σου; καὶ ὁ Ἀριστείδης τήμερον εἶπεν πρόβαλε καὶ αὔριον ἀκροῶ· οὐ γὰρ ἐσμὲν τῶν ἐμούντων, ἀλλὰ τῶν ἀκριβούντων. ἐξέστω δέ, ὦ βασιλεῦ, καὶ τοὺς γνωρίμους παρεῖναι τῇ ἀκροάσει. ἐξέστω ἦ δʼ ὁ Μάρκος, δημοτικὸν γάρ. εἰπόντος δὲ τοῦ Ἀριστείδου δεδόσθω δὲ αὐτοῖς, ὦ βασιλεῦ, καὶ βοᾶν καὶ κροτεῖν, ὁπόσον δύνανται, μειδιάσας ὁ αὐτοκράτωρ τοῦτο ἔφη ἐπὶ σοὶ κεῖται. οὐκ ἔγραψα τὴν μελετηθεῖσαν ὑπόθεσιν, ἐπειδὴ ἄλλοι ἄλλην φασίν, ἐκεῖνό γε μὴν πρὸς πάντων ὁμολογεῖται, τὸν Ἀριστείδην ἀρίστῃ φορᾷ ἐπὶ τοῦ Μάρκου χρήσασθαι πόρρωθεν τῇ Σμύρνῃ ἑτοιμαζούσης τῆς τύχης τὸ διʼ ἀνδρὸς τοιούτου δὴ ἀνοικισθῆναι. καὶ οὐ φημὶ ταῦτα, ὡς οὐχὶ καὶ τοῦ βασιλέως ἀνοικίσαντος ἂν ἀπολωλυῖαν πόλιν, ἣν οὖσαν ἐθαύμασεν, ἀλλʼ ὅτι αἱ βασίλειοί τε καὶ θεσπέσιοι φύσεις, ἢν προσεγείρῃ αὐτὰς ξυμβουλία καὶ λόγος, ἀναλάμπουσι μᾶλλον καὶ πρὸς τὸ ποιεῖν εὖ ξὺν ὁρμῇ φέρονται.