Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

10.3 ἐπαχθεῖσαν δὲ αὐτῷ καὶ φονικὴν αἰτίαν ὧδε ἀπέφυγεν· ἦν Ἀθήνησιν ἀνθρώπιον οὐκ ἀγύμναστον τοῦ περὶ τοὺς σοφιστὰς δρόμου· τούτῳ ἀμφορέα μέν τις οἴνου προσάγων ἢ ὄψα ἢ ἐσθῆτα ἢ ἀργύριον εὐμεταχειρίστῳ ἐχρῆτο, καθάπερ οἱ τὰ πεινῶντα τῶν θρεμμάτων τῷ θαλλῷ ἄγοντες, εἰ δὲ ἀμελοῖτο, φιλολοιδόρως εἶχε. καὶ ὑλάκτει. τῷ μὲν οὖν Ἀδριανῷ προσκεκρούκει διὰ τὴν εὐχέρειαν τοῦ ἤθους, Χρῆστον δὲ τὸν ἐκ τοῦ Βυζαντίου σοφιστὴν ἐθεράπευεν, καὶ ὁ μὲν Ἀδριανὸς ἐκαρτέρει τὰ ἐξ αὐτοῦ πάντα, δήγματα κόρεων τὰς ἐκ τῶν τοιούτων λοιδορίας καλῶν, οἱ γνώριμοι δὲ οὐκ ἐνεγκόντες παρεκελεύσαντο τοῖς ἑαυτῶν οἰκέταις παίειν αὐτόν, καὶ ἀνοιδησάντων αὐτῷ τῶν σπλάγχνων ἐν ἡμέρᾳ τριακοστῇ ἀπέθανε παρασχών τινα καὶ αὐτὸς τῷ θανάτῳ λόγον, ἐπειδὴ ἀκράτου νοσῶν ἔσπασεν. οἱ δὲ προσήκοντες τῷ τεθνεῶτι γράφονται τὸν σοφιστὴν φόνου παρὰ τῷ τῆς Ἑλλάδος ἄρχοντι ὡς ἕνα Ἀθηναίων, ἐπειδὴ φυλή τε ἦν αὐτῷ καὶ δῆμος Ἀθήνησιν, ὁ δὲ ἀπέγνω τὴν αἰτίαν ὡς μήτε ταῖς ἑαυτοῦ χερσὶ μήτε ταῖς τῶν ἑαυτοῦ δούλων τετυπτηκότος τὸν τεθνάναι λεγόμενον. ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ Ἑλληνικὸν τίνας οὐχὶ ἀφιέντες ὑπὲρ αὐτοῦ φωνὰς δακρύοις ἅμα, ἔπειτα ἡ τοῦ ἰατροῦ μαρτυρία ἡ ἐπὶ τῷ οἴνῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme