Book 2
13.1
Καισάρεια δὲ ἡ Καππαδοκῶν ὄρει Ἀργαίῳ πρόσοικος Παυσανίου τοῦ σοφιστοῦ οἶκος. ὁ δὲ Παυσανίας ἐπαιδεύθη μὲν ὑπὸ Ἡρώδου καὶ τῶν τοῦ Κλεψυδρίου μετεχόντων εἷς ἐγένετο, οὓς ἐκάλουν οἱ πολλοὶ διψῶντας, ἐς πολλὰ δὲ ἀναφέρων τῶν Ἡρώδου πλεονεκτημάτων καὶ μάλιστα τὸ αὐτοσχεδιάζειν ἀπήγγελλε δὲ αὐτὰ παχείᾳ τῇ γλώττῃ καὶ ὡς Καππαδόκαις ξύνηθες, ξυγκρούων μὲν τὰ σύμφωνα τῶν στοιχείων, συστέλλων δὲ τὰ μηκυνόμενα καὶ μηκύνων τὰ βραχέα, ὅθεν ἐκάλουν αὐτὸν οἱ πολλοὶ μάγειρον πολυτελῆ ὄψα πονήρως ἀρτύοντα. ἡ δὲ ἰδέα τῆς μελέτης ὑπτιωτέρα, ἔρρωται δὲ ὅμως καὶ οὐχ ἁμαρτάνει τοῦ ἀρχαίου, ὡς ὑπάρχει ταῖς μελέταις ξυμβαλεῖν, πολλαὶ γὰρ τοῦ Παυσανίου κατὰ τὴν Ῥώμην, οἷ δὴ καὶ καταβιοὺς ἀπέθανε γηράσκων ἤδη, τοῦ θρόνου μετέχων, καὶ μετεῖχε δὲ καὶ τοῦ Ἀθήνησιν, ὅτε δὴ καὶ ἀπιὼν ἐκεῖθεν ἐπὶ πᾶσιν, οἷς πρὸς τοὺς Ἀθηναίους διεξῆλθε, καιριώτατα τὸ τοῦ Εὐριπίδου ἐπεφθέγξατο Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω πόλιν.
ιδ
14.1
Ἀθηνόδωρος δὲ ὁ σοφιστὴς τὸ μὲν ἐς πατέρα ἧκον ἐπιφανέστατος ἦν τῶν κατὰ τὴν Αἶνον, τὸ δὲ ἐς διδασκάλους καὶ παίδευσιν φανερώτατος τοῦ Ἑλληνικοῦ. Ἀριστοκλέους μὲν γὰρ ἤκουσε παῖς ἔτι, Χρήστου δὲ ἤδη ξυνιείς, ὅθεν ἀπʼ ἀμφοῖν ἐκράθη τὴν γλῶτταν ἀττικίζων τε κἀκ περιβολῆς ἑρμηνεύων. παιδεύων δὲ Ἀθήνησι κατὰ τοὺς χρόνους, οὓς καὶ Πολυδεύκης ἐπαίδευσεν, ἐπέσκωπτεν αὐτὸν ταῖς διαλέξεσιν ὡς μειρακιώδη λέγων οἱ Ταντάλου κῆποι δοκεῖν ἐμοὶ τὸ κοῦφον τοῦ λόγου καὶ ἐπιπόλαιον φαντασίᾳ προσεικάζων οὔσῃ τε καὶ οὐκ οὔσῃ. ἐμβριθὴς δὲ καὶ τὸ ἦθος γενόμενος ἐτελεύτα ἡβῶν ἔτι ἀφαιρεθεὶς ὑπὸ τῆς τύχης τὸ καὶ πρόσω ἐλάσαι δόξης.
ιε