Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

15.1 λαμπρὸν ἐν σοφισταῖς καὶ Πτολεμαῖος ὁ Ναυκρατίτης ἤχησεν. ἦν μὲν γὰρ τῶν μετεχόντων τοῦ ἱεροῦ τοῦ περὶ Ναύκρατιν ὀλίγοις Ναυκρατιτῶν ὑπάρχον, Ἡρώδου δὲ ἀκροατὴς μέν, οὐ μὴν ζηλωτὴς ἐγένετο, ἀλλʼ ἐς τὸν Πολέμωνα μᾶλλον ὑπηνέχθη, τὸν γὰρ ῥοῖζον τοῦ λόγου καὶ τὸ πνεῦμα καὶ τὸ ἐκ περιβολῆς φράζειν ἐκ τῆς Πολέμωνος σκηνῆς ἐσηγάγετο, λέγεται δὲ καὶ αὐτοσχεδιάσαι σὺν εὐροίᾳ ἀμηχάνῳ. δικῶν τε καὶ δικαστηρίων παρέτραγε μέν, οὐ μήν, ὡς ὄνομα ἐντεῦθεν ἄρασθαι. Μαραθῶνα δὲ αὐτὸν ἐπωνόμαζον, ὡς μέν τινες, ἐπειδὴ τῷ Μαραθῶνι δήμῳ ἐνεγράφη Ἀθήνησιν, ὡς δὲ ἐνίων ἤκουον, ἐπειδὴ ἐν ταῖς Ἀττικαῖς τῶν ὑποθέσεων τῶν Μαραθῶνι προκινδυνευσάντων θαμὰ ἐμνημόνευεν.
15.2 κατηγοροῦσι δὲ τοῦ Πτολεμαίου τινὲς ὡς μὴ διορῶντος τὰς ὑποθέσεις, μηδὲ ὅπη ξυνεστᾶσί τε καὶ μή, τεκμήριον τόδε τιθέμενοι τῆς κατηγορίας ταύτης· τοὺς Μεσσηνίους οἱ Θηβαῖοι γράφονται τὴν τῶν ἀχαριστησάντων, ἐπεὶ τοὺς φεύγοντας αὐτῶν μὴ ἐδέξαντο, ὅτε καὶ αἱ Θῆβαι ὑπὸ Ἀλεξάνδρου ἥλωσαν. ταύτην γὰρ ἐπιφανῶς αὐτῷ εἰρημένην τὴν ὑπόθεσιν καὶ σοφῶς, ὡς οἷόν τε, συκοφαντοῦσι λέγοντες, ὡς εἰ μὲν ζῶντος Ἀλεξάνδρου κρίνονται, τίς οὕτω θρασύς, ὡς καταψηφίσασθαι Μεσσηνίων; εἰ δὲ τεθνεῶτος, τίς οὕτω πρᾷος, ὡς ἀπογνῶναι τὴν αἰτίαν; οὐ γὰρ ξυνιᾶσιν οἱ ταῦτα διαβάλλοντες, ὅτι ἡ τῶν Μεσσηνίων ἀπολογία κατὰ ξυγγνώμην ἵσταται τὸν Ἀλέξανδρον προισχομένων καὶ τὸν ἐκείνου φόβον, οὗ μηδὲ ἡ ἄλλη Ἑλλὰς ἀπείρως εἶχεν. ταῦτά μοι ἀπολελογήσθω ὑπὲρ τοῦ ἀνδρὸς παραιτουμένῳ αὐτὸν ἀδίκου καὶ πεπανουργημένης αἰτίας· καὶ γὰρ δὴ καὶ εὐφημότατος σοφιστῶν οὗτος. πλεῖστα δὲ ἐπελθὼν ἔθνη καὶ πλείσταις ἐνομιλήσας πόλεσιν οὐδαμοῦ διέβαλε τὸ ἑαυτοῦ κλέος, οὐδὲ ἥττων ἢ προσεδοκήθη ἔδοξεν, ἀλλʼ ὥσπερ ἐπὶ λαμπροῦ ὀχήματος τῆς φήμης πορευόμενος διῄει τὰ ἄστη. ἐτελεύτα δὲ γηραιὸς ἐν Αἰγύπτῳ τοὺς ὀφθαλμοὺς οὐκ ἀφαιρεθεὶς μὲν ὑπὸ τοῦ τῆς κεφαλῆς ῥεύματος, ἐπικοπεὶς δέ.

ις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme