Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

21.1 ἀναγράψω καὶ Πρόκλον τὸν Ναυκρατίτην εἰδὼς εὖ τὸν ἄνδρα, καὶ γὰρ δὴ καὶ τῶν ἐμῶν διδασκάλων εἷς οὗτος. Πρόκλος τοίνυν ἦν μὲν τῶν οὐκ ἀφανῶν κατʼ Αἴγυπτον, στασιάζουσαν δὲ ἰδὼν τὴν Ναύκρατιν καὶ παρὰ τὰ ἤθη πολιτεύοντας τὴν Ἀθήνησιν ἡσυχίαν ἠσπάσατο καὶ ὑπεκπλεύσας ἐκεῖ ἔζη πολλὰ μὲν ἀγαγὼν χρήματα, πολλοὺς δὲ οἰκέτας καὶ τὴν ἄλλην κατασκευὴν μεγαλοπρεπῶς κεκοσμημένην. εὖ δὲ ἀκούων Ἀθήνησι καὶ τὸν ἐν μειρακίῳ χρόνον ηὐδοκίμησε πολλῷ μᾶλλον ἀνὴρ γενόμενος, πρῶτον μὲν ἐπὶ τῇ τοῦ βίου αἱρέσει, ἔπειτα, οἶμαι, καὶ ἐπὶ εὐεργετήματι γενομένῳ μὲν περὶ ἕνα Ἀθηναῖον, δήλωσιν δὲ παρασχομένῳ χρηστοῦ ἤθους· ἐς γὰρ τὸν Πειραιᾶ ἐσπλεύσας ἤρετό τινα τῶν αὐτόθεν, εἰ ὁ δεῖνα καλῶς Ἀθήνησι ζῇ καὶ εὖ πράττει, ἠρώτα δὲ ταῦτα ὑπὲρ τοῦ ξένου, ᾧ προσέμιξεν Ἀθήνησι νέος ὤν, ὅτε δὴ καὶ Ἀδριανῷ ἐφοίτα. μαθὼν δὲ αὐτὸν εἶναί τε καὶ ζῆν, ἐκπεσεῖσθαι δὲ αὐτίκα τῆς οἰκίας διακηρυττομένης ἐπʼ ἀγορᾶς πρὸς δραχμὰς μυρίας, ἃς ἐπʼ αὐτῇ ἐδεδάνειστο, ἔπεμψεν αὐτῷ τὰς μυρίας μηδὲ ἀνελθών πω ἐς τὸ ἄστυ εἰπὼν ἐλευθέρωσον τὴν οἰκίαν, ἵνα μή σε κατηφῆ ἴδω. ταῦτα μὴ πλουσίου μόνον ἡγώμεθα, ἀλλὰ καὶ τῷ πλούτῳ καλῶς χρωμένου πεπαιδευμένου τε ἱκανῶς καὶ τὰ φιλικὰ ἀκριβοῦντος.
21.2 ἐκτήσατο δὲ καὶ οἰκίας, δύο μὲν ἐν ἄστει, μίαν δὲ ἐν Πειραιεῖ καὶ ἄλλην Ἐλευσῖνι. ἐφοίτα δὲ αὐτῷ καὶ ἀπʼ Αἰγύπτου λιβανωτὸς ἐλέφας μύρον βίβλος βιβλία καὶ πᾶσα ἡ τοιάδε ἀγορά, καὶ ἀποδιδόμενος αὐτὰ τοῖς διατιθεμένοις τὰ τοιαῦτα οὐδαμοῦ φιλοχρήματος ἔδοξεν οὐδὲ ἀνελεύθερος, οὐδὲ ἐραστὴς τοῦ πλείονος, οὐδὲ ἐπικέρδια μαστεύων ἢ τόκους, ἀλλʼ αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον. υἱῷ τε ἀσώτῳ περὶ ἀλεκτρυόνων τροφὴν περί τε ὀρτύγων κυνῶν τε καὶ κυνιδίων καὶ ἵππων ξυννεάζων μᾶλλον ἢ ἐπιπλήττων καὶ παρὰ τοῖς πολλοῖς ἔχων αἰτίαν θᾶττον ἔφη μεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν ἢ μετὰ ἡλίκων. ἀποθανόντος δὲ αὐτῷ τοῦ παιδὸς καὶ τῆς γυναικὸς ἐπὶ παλλακῇ ἐγένετο διὰ τὸ καὶ γηράσκοντας  ὀφθαλμοὺς ἐπάγεσθαι, θηλυτάτῃ δὲ αὐτῇ γενομένῃ πᾶσαν ἐφιεὶς ἡνίαν οὐκ ἀγαθὸς ἔδοξε προστάτης τοῦ οἴκου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme