Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

21.3 τὰ δὲ τῆς μελέτης πάτρια τῷ ἀνδρὶ τούτῳ διέκειτο ὧδε· ἑκατὸν δραχμὰς ἅπαξ καταβαλόντι ἐξῆν ἀκροᾶσθαι τὸν ἀεὶ χρόνον. ἦν δὲ αὐτῷ καὶ θήκη βιβλίων ἐπὶ τῆς οἰκίας, ὧν μετῆν τοῖς ξυλλεγομένοις ἐς τὸ πλήρωμα τῆς ἀκροάσεως. ὡς δὲ μὴ συρίττοιμεν ἀλλήλους, μηδὲ σκώπτοιμεν, ἃ ἐν ταῖς τῶν σοφιστῶν ξυνουσίαις φιλεῖ γίγνεσθαι, ἀθρόοι ἐσεκαλούμεθα καὶ ἐκαθήμεθα ἐσκληθέντες οἱ μὲν παῖδες καὶ οἱ παιδαγωγοὶ μέσοι, τὰ μειράκια δὲ αὐτοί. τὸ μὲν οὖν διαλεχθῆναι αὐτὸν ἐν σπανιστοῖς ἔκειτο, ὅτε δὲ ὁρμήσειεν ἐς διάλεξιν, ἱππιάζοντί τε ἐῴκει καὶ γοργιάζοντι. ἡ μελέτη δὲ τῆς προτεραίας προεωραμένη ἐσεκυκλεῖτο. τὸ δὲ μνημονικὸν ἐνενηκοντούτης ἤδη γηράσκων καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ἑρμήνευε μὲν κατὰ φύσιν, Ἀδριάνειοι δὲ ἦσαν αἱ ἐπιβολαὶ τῶν νοημάτων.

κβ

22.1 Φοῖνιξ δὲ ὁ Θετταλὸς οὐδὲ θαυμάσαι ἄξιος, οὐδὲ αὖ διαβαλεῖν πάντα. ἦν μὲν γὰρ τῶν Φιλάγρῳ πεφοιτηκότων, γνῶναι δὲ ἀμείνων ἢ ἑρμηνεῦσαι, τάξιν τε γὰρ τὸ νοηθὲν εἶχε καὶ οὐθὲν ἔξω καιροῦ ἐνοεῖτο, ἡ δὲ ἑρμηνεία διεσπάσθαι τε ἐδόκει καὶ ῥυθμοῦ ἀφέστηκέναι. ἐδόκει δὲ ἐπιτηδειότερος γεγονέναι τοῖς ἀρχομένοις τῶν νέων ἢ τοῖς ἕξιν τινὰ ἤδη κεκτημένοις, τὰ γὰρ πράγματα γυμνὰ ἐξέκειτο καὶ οὐ περιήμπισχεν αὐτὰ ἡ λέξις. ἑβδομηκοντούτης δὲ ἀποθανὼν Ἀθήνησιν ἐτάφη οὐκ ἀφανῶς, κεῖται γὰρ πρὸς τοῖς ἐκ τῶν πολέμων ἐν δεξιᾷ τῆς Ἀκαδημίανδε καθόδου.

κγ

23.1 ἄγει με ὁ λόγος ἐπʼ ἄνδρα ἐλλογιμώτατον Δαμιανὸν τὸν ἐκ τῆς Ἐφέσου, ὅθεν ἐξῃρήσθων Σώτηροί τε καὶ Σῶσοι καὶ Νίκανδροι καὶ Φαῖδροι Κῦροί τε καὶ Φύλακες, ἀθύρματα γὰρ τῶν Ἑλλήνων μᾶλλον οὗτοι προσρηθεῖεν ἂν ἢ σοφισταὶ λόγου ἂξιοι. Δαμιανῷ τοίνυν ἐλλογιμώτατον μὲν καὶ τὸ ἄνω γένος καὶ πλείστου ἄξιοι τῇ Ἐφέσῳ, εὐδοκιμώτατοι δὲ καὶ οἱ ἀπʼ αὐτοῦ φύντες, ξυγκλήτου γὰρ βουλῆς ἀξιοῦνται πάντες ἐπʼ εὐδοξίᾳ θαυμαζόμενοι καὶ ὑπεροψίᾳ χρημάτων, αὐτός τε πλούτῳ ποικίλῳ καὶ πολυπρεπεῖ κατεσκευασμένος ἐπήρκει μὲν καὶ τοῖς δεομένοις τῶν Ἐφεσίων, πλεῖστα δὲ ὠφέλει τὸ κοινὸν χρήματά τε ἐπιδιδοὺς καὶ τὰ ὑποδεδωκότα τῶν δημοσίων ἔργων ἀνακτώμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme