Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

25.1 πολὺς ἐν σοφιστῶν κύκλῳ καὶ Ἑρμοκράτης ὁ Φωκαεὺς ᾅδεται φύσεως ἰσχὺν δηλώσας παρὰ πάντας, οὓς ἑρμηνεύω, οὐδενὶ γὰρ θαυμασίῳ σοφιστῇ ξυγγενόμενος, ἀλλὰ Ῥουφίνου τοῦ Σμυρναίου ἀκηκοὼς τὰ σοφιστικὰ τολμῶντος μᾶλλον ἢ κατορθοῦντος ἑρμήνευσε ποικιλώτατα Ἑλλήνων καὶ ἔγνω καὶ ἔταξεν, οὐ τὰς μὲν τῶν ὑποθέσεων, τὰς δὲ οὐχί, ἅπαξ δὲ πάσας τὰς μελετωμένας, καὶ γὰρ δὴ καὶ τὰς ἐσχηματισμένας εὖ διέθετο ἀμφιβολίας τε πλείστας ἐπινοήσας καὶ τὸ σημαινόμενον ἐγκαταμίξας τῷ ὑφειμέμῳ.
25.2 πάππος μὲν δὴ αὐτῷ ἐγένετο Ἄτταλος ὁ Πολέμωνος τοῦ σοφιστοῦ παῖς, πατὴρ δὲ Ῥουφινιανὸς ὁ ἐκ Φωκαίας, ἀνὴρ ὕπατος Καλλιστὼ γήμας τὴν Ἀττάλου. τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐς διαφορὰν κατέστη πρὸς τὴν ἑαυτοῦ μητέρα οὕτω τι ἀπαραίτητον, ὡς μηδὲ δάκρυον ἐπʼ αὐτῷ τὴν Καλλιστὼ ἀφεῖναι ἐν μειρακίῳ ἀποθανόντι, ὅτε δὴ καὶ τοῖς πολεμιωτάτοις ἐλεεινὰ τὰ τῆς ἡλικίας φαίνεται. καὶ τοῦτο οὑτωσὶ μὲν ἀκούσαντι κακίᾳ τοῦ μειρακίου προσκείσεται μᾶλλον, εἰ μηδὲ μήτηρ ἐπʼ αὐτῷ τι ἔπαθεν, λογιζομένῳ δὲ τὴν αἰτίαν καὶ ὅτι τὴν μητέρα ἀπέστερξεν ἐπὶ δούλου ἔρωτι, ὁ μὲν ξυμβαίνων τοῖς νόμοις φαίνοιτο ἄν, οἳ δεδώκασι τὸ ἐπὶ ταῖς τοιαῖσδε αἰτίαις καὶ ἀποκτείνειν, ἡ δὲ ἀξία μισεῖν καὶ τοῖς οὐ προσήκουσιν ὑπὲρ ὧν ἑαυτήν τε καὶ τὸν υἱὸν ᾔσχυνεν.
25.3 ὥσπερ δὲ ταύτην ὁ Ἑρμοκράτης διαφεύγει τὴν αἰτίαν, οὕτως ἐκείνην οὐκ ἂν διαφύγοι· τὸν γὰρ πατρῷον οἶκον βαθὺν αὐτῷ παραδοθέντα κατεδαπάνησεν οὐκ ἐς ἱπποτροφίας οὐδὲ ἐς λειτουργίας, ἀφʼ ὧν καὶ ὄνομά ἐστιν ἄρασθαι, ἀλλʼ ἐς ἄκρατον καὶ ἑταίρους οἵους παρασχεῖν καὶ κωμῳδίᾳ λόγον, οἷον παρέσχον λόγον οἱ Καλλίαν ποτὲ τὸν Ἱππονίκου κολακεύσαντες. 

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme