Book 2
25.4
Ἀντιπάτρου δὲ παρεληλυθότος ἐς τὰς βασιλείους ἐπιστολὰς ἤδη ἀσπαζομένου τε ἁρμόσαι οἱ τὴν ἑαυτοῦ θυγατέρα πονήρως ἔχουσαν τοῦ εἴδους οὐκ ἐπήδησε πρὸς τὴν ἐκείνου εὐπραγίαν, ἀλλὰ καὶ τῆς προμνηστρίας ἀναγούσης ἐς τὴν τοῦ Ἀντιπάτρου ἰσχύν, ἣν εἶχε τότε, οὐκ ἄν ποτε ἔφη δουλεῦσαι προικὶ μακρᾷ καὶ πενθεροῦ τύφῳ. ἐξωθούντων δὲ αὐτὸν τῶν συγγενῶν ἐς τὸν γάμον καὶ Διὸς Κόρινθον ἡγουμένων τὸν Ἀντίπατρον οὐ πρότερον εἶξεν ἢ Σεβῆρον αὐτοκράτορα μεταπέμψαντα αὐτὸν ἐς τὴν ἑῴαν δοῦναί οἱ τὴν κόρην, ὅτε δὴ καὶ τῶν ἐπιτηδείων ἐρομένου τινὸς αὐτόν, πότε ἄγοι τὰ ἀνακαλυπτήρια, ἀστειότατα ὁ Ἑρμοκράτης ἐγκαλυπτήρια μὲν οὖν ἔφη τοιαύτην λαμβάνων. καὶ διέλυσε μετʼ οὐ πολὺ τὸν γάμον ὁρῶν οὔτε ἰδεῖν ἡδεῖαν οὔτε ἐπιτηδείαν τὸ ἦθος.
25.5
καὶ ἀκροατὴς δὲ τοῦ Ἑρμοκράτους ὁ αὐτοκράτωρ γενόμενος ἠγάσθη αὐτὸν ἴσα τῷ πάππῳ δωρεάς τε αἰτεῖν ἀνῆκεν· καὶ ὁ Ἑρμοκράτης στεφάνους μὲν ἔφη καὶ ἀτελείας καὶ σιτήσεις καὶ πορφύραν καὶ τὸ ἱερᾶσθαι ὁ πάππος ἡμῖν τοῖς ἀπʼ αὐτοῦ παρέδωκεν, καὶ τί ἂν αἰτοίην παρὰ σοῦ τήμερον, ἃ ἐκ τοσούτου ἔχω; ἐπεὶ δὲ ἐστί μοι προστεταγμένον ὑπὸ τοῦ κατὰ τὸ Πέργαμον Ἀσκληπιοῦ πέρδικα σιτεῖσθαι λιβανωτῷ θυμιώμενον, τὸ δὲ ἄρωμα τοῦτο οὕτω τι σπανιστὸν καθʼ ἡμᾶς νῦν, ὡς ψαιστὸν καὶ δάφνης φύλλα τοῖς θεοῖς θυμιᾶσθαι, δέομαι λιβανωτοῦ ταλάντων πεντήκοντα, ἵνα θεραπεύοιμι μὲν τοὺς θεούς, θεραπευοίμην δὲ αὐτός. ἔδωκε τὸν λιβανωτὸν ξὺν ἐπαίνῳ ὁ αὐτοκράτωρ ἐρυθριᾶν εἰπών, ἐπειδὴ μικρὰ ᾐτήθη.