Book 2
26.2
ἐκπεσὼν δὲ τοῦ θρόνου τοῦ Ἀθήνησι ξυστάντων ἐπʼ αὐτὸν τῶν Ἀπολλωνίου τοῦ Ναυκρατίτου ἑταίρων, ὧν πρῶτος καὶ μέσος καὶ τελευταῖος Μαρκιανὸς ὁ ἐκ Δολίχης ἐγένετο, ἐπὶ τὴν Σμύρναν ἐτράπετο θύουσαν μάλιστα δὴ πόλεων ταῖς τῶν σοφιστῶν Μούσαις. νεότητα μὲν οὖν Ἰωνικήν τε καὶ Λύδιον καὶ τὴν ἐκ Φρυγῶν καὶ Καρίας ξυνδραμεῖν ἐς Ἰωνίαν κατὰ ξυνουσίαν τοῦ ἀνδρὸς οὔπω μέγα, ἐπειδὴ ἀγχίθυρος ἁπάσαις ἡ Σμύρνα, ὁ δὲ ἦγε μὲν καὶ τὸ ἐκ τῆς Εὐρώπης Ἑλληνικόν, ἦγε δὲ τοὺς ἐκ τῆς ἑῴας νέους, πολλοὺς δὲ ἦγεν Αἰγυπτίων οὐκ ἀνηκόους αὐτοῦ ὄντας, ἐπειδὴ Πτολεμαίῳ τῷ Ναυκρατίτῃ κατὰ Αἴγυπτον περὶ σοφίας ἤρισεν. ἐνέπλησε μὲν δὴ τὴν Σμύρναν ὁμίλου λαμπροῦ, ὤνησε δὲ καὶ πλείω ἕτερα, ἃ ἐγὼ δηλώσω· πόλις ἐς ξένους πολλοὺς ἐπεστραμμένη ἄλλως τε καὶ σοφίας ἐρῶντας σωφρόνως μὲν βουλεύσει, σωφρόνως δὲ ἐκκλησιάσει φυλαττομένη δήπου τὸ ἐν πολλοῖς τε καὶ σπουδαίοις κακὴ ἁλίσκεσθαι, ἱερῶν τε ἐπιμελήσεται καὶ γυμνασίων καὶ κρηνῶν καὶ στοῶν, ἵνα ἀποχρῶσα τῷ ὁμίλῳ φαίνοιτο. ἑ??ʼ δὲ καὶ ναύκληρος ἡ πόλις εἴη, καθάπερ ἡ Σμύρνα, πολλὰ καὶ ἄφθονα αὐτοῖς ἡ θάλασσα δώσει. ξυνήρατο δὲ τῇ Σμύρνῃ καὶ τοῦ εἴδους ἐλαίου κρήνην ἐπισκευάσας ἐν τῷ τοῦ Ἀσκληπιοῦ γυμνασίῳ χρυσῆν τοῦ ὀρόφου, καὶ τὴν στεφανηφόρον ἀρχὴν παρʼ αὐτοῖς ἦρξεν, ἀφʼ ὧν τοῖς ἐνιαυτοῖς τίθενται Σμυρναῖοι τὰ ὀνόματα.
26.3
ἐπὶ Σεβήρου δὲ αὐτοκράτορός φασιν αὐτὸν σχεδίου λόγου ἐκπεσεῖν αὐλὴν καὶ δορυφόρους δείσαντα. τουτὶ δὲ ἀγοραῖος μέν τις παθὼν κἂν αἰτίαν λάβοι, τὸ γὰρ τῶν ἀγοραίων ἔθνος ἰταμοὶ καὶ θρασεῖς, σοφιστὴς δὲ ξυσπουδάζων μειρακίοις τὸ πολὺ τῆς ἡμέρας πῶς ἂν ἀντίσχοι ἐκπλήξει; ἐκκρούει γὰρ σχεδίου λόγου καὶ ἀκροατὴς σεμνῷ προσώπῳ καὶ βραδὺς ἔπαινος καὶ τὸ μὴ κροτεῖσθαι συνήθως, εἰ δὲ καί φθόνου ὑποκαθημένου ἑαυτὸν αἴσθοιτο, ὥσπερ ὁ Ἡρακλείδης τὸν τοῦ Ἀντιπάτρου τότε ὑφεωρᾶτο, ἧττον μὲν ἐνθυμηθήσεται, ἧττον δὲ εὐροήσει, αἱ γὰρ τοιαίδε ὑποψίαι γνώμης ἀχλὺς καὶ δεσμὰ γλώττης.