Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

27.2 μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶνα καὶ μεγέθει γνώμης καὶ δικαιότητι βραβευούσῃ τὸ εὐθύ. τὸ γοῦν περὶ τὸν τῆς τραγῳδίας ὑποκριτὴν ὑπʼ αὐτοῦ πραχθὲν οὐδὲ ὑπερβολὴν ἑτέρῳ καταλέλοιπε δικαιότητός τε καὶ γνώμης· Κλήμης γὰρ ὁ Βυζάντιος τραγῳδίας ὑποκριτὴς ἦν μὲν οἷος οὔπω τις τὴν τέχνην, νικῶν δὲ κατὰ τοὺς χρόνους, οὓς τὸ Βυζάντιον ἐπολιορκεῖτο, ἀπῄει ἁμαρτάνων τῆς νίκης, ὡς μὴ δοκοίη διʼ ἑνὸς ἀνδρὸς κηρύττεσθαι πόλις ὅπλα ἐπὶ Ῥωμαίους ἠρμένη. ἄριστα δὲ αὐτὸν ἀγωνισάμενον κἀν τοῖς Ἀμφικτυονικοῖς ἄθλοις οἱ μὲν Ἀμφικτύονες  ἀπεψηφίζοντο τῆς νίκης δέει τῆς προειρημένης αἰτίας, ἀναπηδήσας δὲ ξὺν ὁρμῇ ὁ Ἱππόδρομος οὗτοι μὲν εἶπεν ἐρρώσθων ἐπιορκοῦντές τε καὶ παραγιγνώσκοντες τοῦ δικαίου, ἐγὼ δὲ Κλήμεντι τὴν νικῶσαν δίδωμι. ἐφέντος δὲ θατέρου τῶν ὑποκριτῶν ἐπὶ τὸν βασιλέα, ηὐδοκίμησε πάλιν ἡ τοῦ Ἱπποδρόμου ψῆφος, καὶ γὰρ δὴ καὶ ἐπὶ τῆς Ῥώμης ἐνίκα ὁ Βυζάντιος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme