Book 2
27.4
τὸν δὲ Ἀθήνησι τῶν σοφιστῶν θρόνον κατασχὼν ἐτῶν που τεττάρων ἀπηνέχθη αὐτοῦ ὑπὸ τῆς γυναικὸς καὶ τοῦ πλούτου, ἐκείνη γὰρ ἐνεργοτάτη γυναικῶν ἐγένετο καὶ φύλαξ ἀγαθὴ χρημάτων, ἀμφοῖν τε ἀπόντων ἡ οὐσία ὑπεδίδου. τοῦ γε μὴν φοιτᾶν ἐς τὰς τῶν Ἑλλήνων πανηγύρεις οὐκ ἠμέλει, ἀλλʼ ἐθάμιζεν ἐς αὐτὰς ἐπιδείξεων ἕνεκα καὶ τοῦ μὴ ἀγνοεῖσθαι. βελτίων δὲ κἀκεῖνα ἐφαίνετο ὑπὸ τοῦ καὶ μετὰ τὸ πεπαῦσθαι τοῦ παιδεύειν ἀεὶ σπουδάζειν. ἱππόδρομος μὲν γὰρ δὴ πλεῖστα μὲν ἐξέμαθεν Ἑλλήνων τῶν γε μετὰ τὸν Καππαδόκην Ἀλέξανδρον μνήμην εὐτυχησάντων, πλεῖστα δὲ ἀνέγνω μετά γε Ἀμμώνιον τὸν ἀπὸ τοῦ Περιπάτου, ἐκείνου γὰρ πολυγραμματώτερον ἄνδρα οὔπω ἔγνων. μελέτης δὲ ὁ Ἱππόδρομος οὔτε ἐν ἀγρῷ διαιτώμενος ἠμέλει οὔτε ὁδοιπορῶν οὔτε ἐν Θετταλίᾳ, ἀλλὰ καὶ κρεῖττον ὄλβου κτῆμα ἐκάλει αὐτὴν ἐκ τῶν Εὐριπίδου τε ὕμνων καὶ Ἀμφίονος.