Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

32.1 ἐπεὶ δὲ ἡ τύχη κράτιστον ἐπὶ πάντα τὰ ἀνθρώπεια, μηδὲ Ἡλιόδωρος ἀπαξιούσθω σοφιστῶν κύκλου παράδοξον ἀγώνισμα τύχης γενόμενος· ἐχειροτονήθη μὲν γὰρ ὁ ἀνὴρ οὗτος πρόδικος τῆς ἑαυτοῦ πατρίδος ἐς τὰ Κελτικὰ ἔθνη ξὺν ἑτέρῳ, νοσοῦντος δὲ θατέρου καὶ λεγομένου τοῦ βασιλέως διαγράφειν πολλὰς τῶν δικῶν διέδραμεν ὁ Ἡλιόδωρος ἐς τὸ στρατόπεδον δείσας περὶ τῇ δίκῃ, ἐσκαλούμενος δὲ θᾶττον ἢ ᾤετο ἐς τὸν νοσοῦντα ἀνεβάλλετο, ὑβριστὴς δὲ ὢν ὁ τὰς δίκας ἐσκαλῶν οὐ συνεχώρει ταῦτα, ἀλλὰ παρήγαγεν αὐτὸν ἐς τὰ δικαστήρια ἄκοντά τε καὶ τοῦ γενείου ἕλκων. ὡς δὲ ἔσω παρῆλθε καὶ θαρραλέον μὲν ἐς τὸν βασιλέα εἶδεν, καιρὸν δὲ ᾔτησεν ὕδατος, αὐτὴν δὲ τὴν παραίτησιν ἐντρεχῶς διέθετο εἰπὼν καινόν σοι δόξει, μέγιστε αὐτοκράτορ, ἑαυτόν τις παραγραφόμενος μόνος ἀγωνίσασθαι τὴν δίκην ἐντολὰς οὐκ ἔχων ἀναπηδήσας ὁ αὐτοκράτωρ ἄνδρα τε οἷον οὔπω ἔγνωκα, τῶν ἐμαυτοῦ καιρῶν εὕρημα καὶ τὰ τοιαῦτα ἐκάλει τὸν Ἡλιόδωρον ἀνασείων τὴν χεῖρα καὶ τὸν κόλπον τῆς χλαμύδος. κατʼ ἀρχὰς μὲν οὖν ἐνέπεσέ τις καὶ ἡμῖν ὁρμὴ γέλωτος οἰομένοις, ὅτι διαπτύοι αὐτόν, ἐπεὶ δὲ ἱππεύειν αὐτῷ τε δημοσίᾳ ἔδωκε καὶ παισίν, ὁπόσους ἔχοι, ἐθαυμάζετο ἡ τύχη ὡς τὴν ἑαυτῆς ἰσχὺν ἐνδεικνυμένη διὰ τῶν οὕτω παραλόγων, καὶ πολλῷ πλέον τοῦτο ἐκ τῶν ἐφεξῆς ἐδηλοῦτο· ὡς γὰρ ξυνῆκεν ὁ Ἀράβιος, ὅτι κατὰ δαίμονα ἀγαθὸν τὰ πράγματα αὐτῷ προὔβαινεν, ἀπεχρήσατο τῇ φορᾷ τοῦ βασιλέως, καθάπερ τῶν ναυκλήρων οἱ τὰ ἱστία πλήρη ἀνασείοντες ἐν ταῖς εὐπλοίαις καὶ ὦ βασιλεῦ, ἔφη ἀνάθες μοι καιρὸν ἐς ἐπίδειξιν μελέτης, καὶ ὁ βασιλεὺς ἀκροῶμαι, εἶπε καὶ λέγε ἐς τόδε· ὁ Δημοσθένης ἐπὶ τοῦ Φιλίππου ἐκπεσὼν καὶ δειλίας φεύγων. μελετῶντι δὲ οὐ μόνον ἑαυτὸν εὔνουν παρεῖχεν, ἀλλʼ ἡτοίμαζε καὶ τὸν ἐξ ἄλλων ἔπαινον φοβερὸν βλέπων ἐς τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκούοντας. καὶ μὴν καὶ προὐστήσατο αὐτὸν τῆς μεγίστης τῶν κατὰ τὴν Ῥώμην συνηγοριῶν ὡς ἐπιτηδειότερον δικαστηρίοις καὶ δίκαις. ἀποθανόντος δὲ τοῦ βασιλέως προσετάχθη μέν τις αὐτῷ νῆσος, λαβὼν δὲ ἐν τῇ νήσῳ φονικὴν αἰτίαν ἀνεπέμφθη ἐς τὴν Ῥώμην ὡς ἀπολογησόμενος τοῖς τῶν στρατοπέδων ἡγεμόσι, δόξαντι δὲ αὐτῷ καθαρῷ εἶναι τῆς αἰτίας ἐπανείθη καὶ ἡ νῆσος. καὶ γηράσκει ἐν τῇ Ῥώμῃ μήτε σπουδαζόμενος μήτε ἀμελούμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme