Book 2
1.6
καὶ τοσοῦτος ὢν ἐν μεγαλουργίᾳ μέγα οὐδὲν εἰργάσθαι ᾤετο, ἐπεὶ μὴ τὸν Ἰσθμὸν ἔτεμεν, λαμπρὸν ἡγούμενος ἤπειρον ἀποτεμεῖν καὶ πελάγη ξυνάψαι διττὰ καὶ ʽἐσʼ περίπλουν σταδίων ἓξ καὶ εἴκοσι θαλάττης ξυνελεῖν μήκη. καὶ τούτου ἤρα μέν, οὐκ ἐθάρρει δὲ αὐτὸ αἰτεῖν ἐκ βασιλέως, ὡς μὴ διαβληθείη διανοίας δοκῶν ἅπτεσθαι, ᾗ μηδὲ Νέρων ἤρκεσεν. ἐξελάλησε δὲ αὐτὸ ὧδε· ὡς γὰρ ἐγὼ Κτησιδήμου τοῦ Ἀθηναίου ἤκουον, ἤλαυνε μὲν τὴν ἐπὶ Κορίνθου ὁ Ἡρώδης ξυγκαθημένου τοῦ Κτησιδήμου, γενόμενος δὲ κατὰ τὸν Ἰσθμὸν Πόσειδον, εἶπεν βούλομαι μέν, ξυγχωρήσει δὲ οὐδείς. θαυμάσας οὖν ὁ Κτησίδημος τὸ εἰρημένον ἤρετο αὐτὸν τὴν αἰτίαν τοῦ λόγου. καὶ ὁ Ἡρώδης ἐγὼ ἔφη πολὺν χρόνον ἀγωνίζομαι σημεῖον ὑπολείπεσθαι τοῖς μετʼ ἐμὲ ἀνθρώποις διανοίας δηλούσης ἄνδρα καὶ οὔπω δοκῶ μοι τῆς δόξης ταύτης τυγχάνειν. ὁ μὲν δὴ Κτησίδημος ἐπαίνους διῄει τῶν τε λόγων αὐτοῦ καὶ τῶν ἔργων ὡς οὐκ ἐχόντων ὑπερβολὴν ἑτέρῳ, ὁ δὲ Ἡρώδης φθαρτὰ ἔφη λέγεις ταῦτα, καὶ γάρ ἐστι χρόνῳ ἁλωτά, καὶ τοὺς λόγους ἡμῶν τοιχωρυχοῦσιν ἕτεροι ὁ μὲν τὸ μεμφόμενος, ὁ δὲ τό, ἡ δὲ τοῦ Ἰσθμοῦ τομὴ ἔργον ἀθάνατον καὶ ἀπιστούμενον τῇ φύσει, δοκεῖ γάρ μοι τὸ ῥῆξαι τὸν Ἰσθμὸν Ποσειδῶνος δεῖσθαι ἢ ἀνδρός.