Book 2
1.8
οἱ δὲ ποιούμενοι κατηγορίαν τῶν Ἡρώδου χειρῶν ὡς ἐπενεχθεισῶν Ἀντωνίνῳ ἐν τῇ Ἴδῃ τῷ ὄρει κατὰ χρόνους, οὓς ὁ μὲν τῶν ἐλευθέρων πόλεων, ὁ δὲ πασῶν τῶν κατὰ τὴν Ἀσίαν ἦρχον, ἠγνοηκέναι μοι δοκοῦσι τὸν Δημοστράτου πρὸς τὸν Ἡρώδην ἀγῶνα, ἐν ᾧ πλεῖστα διαβάλλων αὐτὸν οὐδαμοῦ τῆς παροινίας ταύτης ἐπεμνήσθη, ἐπεὶ μηδὲ ἐγένετο. ὠθισμὸς μὲν γάρ τις αὐτοῖς ξυνέπεσεν, ὡς ἐν δυσχωρίᾳ καὶ στενοῖς, αἱ δὲ χεῖρες οὐδὲν παρηνόμησαν, ὥστε οὐκ ἂν παρῆκεν ὁ Δημόστρατος διελθεῖν αὐτὰ ἐν τῇ πρὸς τὸν Ἡρώδην δίκῃ πικρῶς οὕτω καθαψάμενος τοῦ ἀνδρός, ὡς διαβάλλειν αὐτοῦ καὶ τὰ ἐπαινούμενα. ἦλθεν ἐπὶ τὸν Ἡρώδην καὶ φόνου δίκη ὧδε ξυντεθεῖσα· κύειν μὲν αὐτῷ τὴν γυναῖκα Ῥήγιλλαν ὄγδοόν που μῆνα, τὸν δὲ Ἡρώδην οὐχ ὑπὲρ μεγάλων Ἀλκιμέδοντι ἀπελευθέρῳ προστάξαι τυπτῆσαι αὐτήν, πληγεῖσαν δὲ ἐς τὴν γαστέρα τὴν γυναῖκα ἀποθανεῖν ἐν ὠμῷ τῷ τόκῳ. ἐπὶ τούτοις ὡς ἀληθέσι γράφεται αὐτὸν φόνου Βραδούας ὁ τῆς Ῥηγίλλης ἀδελφὸς εὐδοκιμώτατος ὢν ἐν ὑπάτοις καὶ τὸ ξύμβολον τῆς εὐγενείας περιηρτημένος τῷ ὑποδήματι, τοῦτο δέ ἐστιν ἐπισφύριον ἐλεφάντινον μηνοειδές, καὶ παρελθὼν ἐς τὸ Ῥωμαίων βουλευτήριον πιθανὸν μὲν οὐδὲν διῄει περὶ τῆς αἰτίας, ἣν ἐπῆγεν, ἑαυτοῦ δὲ ἔπαινον ἐμακρηγόρει περὶ τοῦ γένους, ὅθεν ἐπισκώπτων αὐτὸν ὁ Ἡρώδης σὺ ἔφη τὴν εὐγένειαν ἐν τοῖς ἀστραγάλοις ἔχεις. μεγαλαυχουμένου δὲ τοῦ κατηγόρου καὶ ἐπʼ εὐεργεσίᾳ μιᾶς τῶν ἐν Ἰταλίᾳ πόλεων μάλα γενναίως ὁ Ἡρώδης κἀγὼ ἔφη πολλὰ τοιαῦτα περὶ ἐμαυτοῦ διῄειν ἄν, εἰ ἐν ἁπάσῃ τῇ γῇ ἐκρινόμην. ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ μηδὲν προστάξαι τοιοῦτον ἐπὶ τὴν Ῥήγιλλαν, ἔπειτα τὸ ὑπερπενθῆσαι ἀποθανοῦσαν· διεβάλλετο μὲν γὰρ καὶ ταῦτα ὡς πλάσμα, ἀλλʼ ὅμως τἀληθὲς ἴσχυεν, οὐ γάρ ποτε οὔτʼ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτʼ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπʼ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτʼ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμιασμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ἢ ξυγγνώμονας. ὁ δὲ καὶ τὸ σχῆμα τῆς οἰκίας ἐπʼ αὐτῇ ὑπήλλαξε μελαίνων τὰ τῶν οἴκων ἄνθη παραπετάσμασι καὶ χρώμασι καὶ λίθῳ Λεσβίῳ — κατηφὴς δὲ ὁ λίθος καὶ μέλας — ὑπὲρ ὧν λέγεται καὶ Λούκιος ἀνὴρ σοφὸς ἐς ξυμβουλίαν τῷ Ἡρώδῃ καθιστάμενος, ὡς οὐκ ἔπειθε μεταβαλεῖν αὐτὸν διασκῶψαι. ἄξιον δὲ μηδὲ τοῦτο παρελθεῖν λόγου παρὰ τοῖς σπουδαίοις ἀξιούμενον·