Book 2
1.9
ἦν μὲν γὰρ ἐν τοῖς φανεροῖς σπουδαῖος ὁ ἀνὴρ οὗτος, Μουσωνίῳ δὲ τῷ Τυρίῳ προσφιλοσοφήσας εὐσκόπως εἶχε τῶν ἀποκρίσεων καὶ τὸ ἐπίχαρι σὺν καιρῷ ἐπετήδευεν, ἐπιτηδειότατος δὲ ὢν τῷ Ἡρώδῃ παρῆν αὐτῷ πονήρως διατιθεμένῳ τὸ πένθος καὶ ἐνουθέτει τοιαῦτα λέγων· ὦ Ἡρώδη, πᾶν τὸ ἀποχρῶν μεσότητι ὥρισται, καὶ ὑπὲρ τούτου πολλὰ μὲν ἤκουσα Μουσωνίου διαλεγομένου, πολλὰ δὲ αὐτὸς διείλεγμαι, καὶ σοῦ δὲ ἠκροώμην ἐν Ὀλυμπίᾳ ἐπαινοῦντος αὐτὸ πρὸς τοὺς Ἕλληνας, ὅτε δὴ καὶ τοὺς ποταμοὺς ἐκέλευες μέσους τῆς ὄχθης ῥεῖν. ἀλλὰ μὴν νῦν ποῦ ταῦτα; σεαυτοῦ γὰρ ἐκπεσὼν ἄξια τοῦ πενθεῖσθαι πράττεις περὶ τῇ δόξῃ κινδυνεύων καὶ πλείω ἕτερα. ὡς δὲ οὐκ ἔπειθεν, ἀπῄει δυσχεράνας. ἰδὼν δὲ παῖδας ἐν κρήνῃ τινὶ τῶν κατὰ τὴν οἰκίαν ῥαφανῖδας πλύνοντας ἤρετο αὐτούς, ὅτου εἴη τὸ δεῖπνον, οἱ δὲ ἔφασαν Ἡρώδῃ εὐτρεπίζειν αὐτὸ. καὶ ὁ Λούκιος ἀδικεῖ ἔφη Ῥήγιλλαν Ἡρώδης λευκὰς ῥαφανῖδας σιτούμενος ἐν μελαίνῃ οἰκίᾳ. ταῦτα ὡς ἤκουσεν ἐσαγγελθέντα ὁ Ἡρώδης ἀφεῖλε τὴν ἀχλὺν τῆς οἰκίας, ὡς μὴ ἄθυρμα γένοιτο ἀνδρῶν σπουδαίων. Λουκίου τούτου κἀκεῖνο θαυμάσιον· ἐσπούδαζε μὲν ὁ αὐτοκράτωρ Μάρκος περὶ Σέξτον τὸν ἐκ Βοιωτίας φιλόσοφον, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύρας, ἄρτι δὲ ἥκων ἐς τὴν Ῥώμην ὁ Λούκιος ἤρετο τὸν αὐτοκράτορα προιόντα, ποῖ βαδίζοι καὶ ἐφʼ ὅ τι, καὶ ὁ Μάρκος καλὸν ἔφη καὶ γηράσκοντι τὸ μανθάνειν· εἶμι δὴ πρὸς Σέξτον τὸν φιλόσοφον μαθησόμενος, ἃ οὔπω οἶδα. καὶ ὁ Λούκιος ἐξάρας τὴν χεῖρα ἐς τὸν οὐρανὸν ὦ Ζεῦ, ἔφη ὁ Ῥωμαίων βασιλεὺς γηράσκων ἤδη δέλτον ἐξαψάμενος ἐς διδασκάλου φοιτᾷ, ὁ δὲ ἐμὸς βασιλεὺς Ἀλέξανδρος δύο καὶ τριάκοντα ἐτῶν ἀπέθανεν. ἀπόχρη καὶ τὰ εἰρημένα δεῖξαι τὴν ἰδέαν, ἣν ἐφιλοσόφει Λούκιος, ἱκανὰ γάρ που ταῦτα δηλῶδαι τὸν ἄνδρα, καθάπερ τὸν ἀνθοσμίαν τὸ γεῦμα.