673
τότε δέ, οἶμαι, χαρίεν τε ἦν καὶ οὐ μικρόν, ὡς ἔστι τοῖς θεμελίοις ξυμβαλέσθαι. τὸ δὲ ἄγαλμα τοῦτο βέβηκε μὲν ἐπὶ νεώς, τὸ γὰρ τῆς βάσεως, σχῆμα πρῷρα, ἵδρυται δὲ ναύαρχος. περιτρίψας δὲ αὐτὸ ὁ χρόνος καὶ νὴ Δίʼ οἱ ἀλείφοντές τε καὶ οἱ ἐπισφραγιζόμενοι τὰς εὐχὰς ἐξηλλάχασι τοῦ εἴδους. ἐμοὶ δὲ οὐδὲν τοῦτο, αὐτῷ γὰρ ξύνειμι καὶ αὐτὸν βλέπω καὶ οὐδὲν ἄν μοι γένοιτο ἄγαλμα ἐκείνου ἥδιον.
673
ἦ καὶ διαγράψεις μοι αὐτὸν καὶ κοινωνήσεις τοῦ εἴδους;
673
χαίρων γε, νὴ τὴν Ἀθηνᾶν, ὦ ξένε· γέγονε μὲν γὰρ ἀμφὶ τὰ εἴκοσί που μάλιστα ἔτη τηλικόσδε ἐλάσας ἐς Τροίαν, ἁβρῷ δʼ ἰούλῳ βρύει καὶ ἀπόζει αὐτοῦ ἥδιον ἢ τοῦ μετοπώρου τῶν μύρτων. φαιδρὰν δὲ ὀφρὺν περὶ τὸ ὄμμα βέβληται, τὸ γὰρ ἐπίχαρι αὐτῷ φίλον. βλέπει δὲ ἐν μὲν ταῖς σπουδαῖς σύντονον καὶ σφοδρόν, εἰ δὲ ἀνειμένου τύχοιμεν, φεῦ τῶν ὀφθαλμῶν ὡς ἐπαφρόδιτοί τε καὶ φιλικοὶ φαίνονται. καὶ μὴν καὶ κόμης ξανθῆς ἔχει τὸ μέτριον, ἔστι γὰρ ὡς ἐπικρέμασθαι τῷ μετώπῳ μᾶλλον ἢ κατʼ αὐτοῦ πίπτειν, καὶ τετράγωνος ἡ ἰδέα τῆς ῥινός, οἷον ἀγάλματος. φθέγγεται δὲ γεγωνότερον ἤ αἱ σάλπιγγες καὶ ἀπὸ μικροῦ γε τοῦ στόματος. γυμνῷ δὲ ἐντυχεῖν ἥδιστον, εὐπαγὴς γὰρ καὶ κοῦφος, ὥσπερ οἱ δρομικοὶ τῶν ἑρμῶν. τὸ δὲ μῆκος δεκάπηχυς τάχα. δοκεῖ δʼ ἄν μοι καὶ ὑπὲρ τοῦτο ἀναδραμεῖν, εἰ μὴ ἐν μειρακίῳ ἀπέθανεν.
674
εἶδον τὸν νεανίαν, ἀμπελουργέ, καὶ ἄγαμαί σε τοῦ ἑταίρου. ὥπλισται δὲ ἢ τί;
674
χλαμύδα ἐνῆπται, ξένε, τὸν Θετταλικὸν τρόπον, ὥσπερ τὸ ἄγαλμα τοῦτο. ἁλουργὴς δὲ ἡ χλαμύς, θείου ἄνθους. ἄρρητον γὰρ τὸ τῆς πορφύρας ἄνθος.
674
ὁ δὲ δὴ ἔρως, ὃν τῆς Λαοδαμείας ἤρα, πῶς ἔχει αὐτῷ νῦν;
674
ἐρᾷ, ξένε, καὶ ἐρᾶται καὶ διάκεινται πρὸς ἀλλήλους, ὥσπερ οἱ θερμοὶ τῶν νυμφίων.
674
περιβάλλεις δὲ ἥκοντα ἢ διαφεύγει σε καπνοῦ δίκην, ὥσπερ τοὺς ποιητάς;
674
χαίρει περιβάλλοντι καὶ ξυγχωρεῖ φιλεῖν τε αὐτὸν καὶ τῆς δέρης ἐμφορεῖσθαί γε.
674
Θαμίζει δὲ ἢ διὰ πολλοῦ ἥκει;
674
τετράκις τοῦ μηνὸς ἢ πεντάκις οἶμαι αὐτοῦ μετέχειν, ὁπότʼ ἢ φυτεῦσαί ποτε τουτωνὶ τῶν φυτῶν τι βούλοιτο ἢ τρυγῆσαι ἢ ἄνθη κεῖραι. φιλοστέφανος γάρ τις καὶ ἡδίω ἀποφαίνων τὰ ἄνθη, ὁπότε περὶ αὐτὰ εἴη.
674
ἱλαρόν γε τὸν ἥρω λέγεις καὶ ἀτεχνῶς νυμφίον.