674
καὶ σώφρονά γε, ὦ ξένε. φιλόγελως γὰρ ὢν ὑφʼ ἡλικίας ὕβρει οὐδὲν πράττει. καὶ σμινύης δὲ ἅπτεται πολλάκις, εἴ που ὀρύττων πέτρᾳ ἐντύχοιμι καὶ ξυλλαμβάνει μοι τῶν δυσέργων, κἂν ἀγνοήσω τι τῶν κατὰ γεωργίαν, διορθοῦταί με. τά τε δένδρα ἐγὼ μὲν παρακηκοὼς τοῦ Ὁμήρου μακρὰ ἐφύτευον μεῖον τοῦ ἄνω τὸ ἐς τὴν γῆν ἐμβιβάζων, καὶ ὁπότε ἐπελάβετό μου ὁ Πρωτεσίλεως, ἐχρώμην τοῖς τοῦ Ὁμήρου πρὸς αὐτόν, ὁ δὲ ὑπολαβὼν αὐτὸς μέντοι Ὅμηρος τὸν ἐναντίον ἔφη κελεύει τρόπον ἢ σὺ πράττεις· μακρὰ γὰρ ὑπὸ σοφίας τὰ βαθέα οἶδεν,
675
ὥς που τὰ φρέατα μακρὰ ὀνομάζει, βαθέα ὄντα, καὶ τὰ δένδρα δὲ εἶπεν ἐμβιώσεσθαι τῇ γῇ μᾶλλον, εἰ τῷ μὲν πλείονι ἑστήκοι, τῷ δὲ ὀλίγῳ κινοῖτο. ἐπιστὰς δέ μοί ποτε ἄνθη ποτίζοντι τὸ μύρον εἶπεν ὦν τᾶν, οὐ δεῖται ὕδατος, διδάσκων δήπου μὴ ἔκπλυτα ποιεῖν τὰ ἄνθη
675
τὸν δὲ ἄλλον χρόνον, ὦ ἀμπελουργέ, ποῦ διαιτᾶται;
675
ποτὲ μὲν ἐν Ἅιδου, φησί, ποτὲ δὲ ἐν Φθίᾳ, ποτὲ δʼ αὖ ἐν Τροίᾳ, οὗ οἱ ἑταῖροι, καὶ πρὸς θήρᾳ συῶν τε καὶ ἐλάφων γενόμενος ἀφικνεῖται κατὰ μεσημβρίαν καὶ καθεύδει ἐκταθείς.
675
ποῦ δὲ τῇ Λαοδαμείᾳ ξύνεστιν;
675
ἐν Ἅιδου, ξένε. καὶ λέγει αὐτὴν εὐδοκιμώτατα γυναικῶν πράττειν ἀριθμουμένην ἐν αἷς Ἀλκηστίς τε ἡ Ἀδμήτου καὶ Εὐάδνη ἡ Καπανέως, καὶ αἱ ταύταις ἴσαι σώφρονές τε καὶ χρησταί.
675
Ξυσσιτοῦνται δὲ ἀλλήλοις ἢ οὐ θέμις;
675
οὔπω, ξένε, σιτουμένῳ ἐνέτυχον οὐδὲ πίνοντα ἔγνων. καίτοι σπένδω γε αὐτῷ κατὰ ἑσπέραν ἀπὸ τουτωνὶ τῶν Θασίων ἀμπέλων, ἃς φυτεύει αὐτός, καὶ τρωκτὰ δὲ ὡραῖα προτίθεμαι κατὰ μεσημβρίαν, ἐπειδὰν θέρος τε ἥκῃ καὶ μετόπωρον ἱστῆται, σελήνης τε ἰούσης ἐς κύκλον ἐν τῇ τοῦ ἦρος ὥρᾳ γάλα ἐγχέας ἐς τὸν ψυκτῆρα τοῦτον ἰδού σοι λέγω τὸ τῆς ὥρας νᾶμα, σὺ δὲ πῖνε, κἀγὼ μὲν εἰπὼν ταῦτα ἀπαλλάττομαι, τὰ δὲ βέβρωταί τε καὶ πέποται θᾶττον ἢ καταμύσαι.
675
περὶ δὲ τῆς ἡλικίας, ἣν γεγονὼς ἀπέθανε, τί φησιν;
675
ἐλεεῖ, ξένε, τὸ ἑαυτοῦ πάθος καὶ τὸν δαίμονα, ἐφʼ ᾧ τότε ἦν, ἄδικόν τε ἡγεῖται καὶ βάσκανον μὴ ξυγχωρήσαντά οἱ τὸν γοῦν πόδα ἐς τὴν Τροίαν ἐρεῖσαι· μὴ γὰρ ἂν μήτε Διομήδους τι ἐλαττωθῆναι μαχόμενος μήτʼ ἂν Πατρόκλου μήτε τοῦ δευτέρου Αἴαντος·