677
περὶ πολλῶν, ξένε, τοῦτʼ ἐρεῖς· πολλὰ γὰρ περί τε ἀνδρῶν περί τε πολεμικῶν ἔργων ὁ ἥρως λέγει μήπω τοῖς πολλοῖς δῆλα ὄντα. τὸ δὲ αἴτιον· φησὶν αὐτοὺς κατὰ ἔκπληξιν τῶν Ὁμήρου ποιημάτων ἐς μόνους Ἀχιλλέα τε καὶ Ὀδυσσέα βλέψαντας ἀμελῆσαι καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. καὶ τῶν μὲν οὐδὲ ἐπιμνησθῆναι τοπαράπαν, τοῖς δὲ ἀναθεῖναι τριήρη τεττάρων ἐπῶν. τὸν μὲν δὴ Ἀχιλλέα φησὶν ἐπαξίως ὑμνῆσθαι, τὸν δὲ Ὀδυσσέα μειζόνως. καὶ ὁπόσα δὲ Σθενέλου τε καὶ Παλαμήδους καὶ τῶν τοιῶνδε ἀνδρῶν παραλέλειπται, δίειμί σοι μικρὸν ὕστερον, μὴ γὰρ ἀγνοήσας γε ἀπέλθοις τι τούτων. καὶ τὸν λόγον δὲ τὸν Μύσιον, ἐς ὅν ἐστιν ἡ ἀσπίς, αὐτίκα ἀποτελοῦμεν, ἐπειδὴ δὲ παγκρατίου καὶ πυγμῆς καὶ δίσκου μνημονεύοντες ἐς τὴν ἀσπίδα ἀπηνέχθημεν, ἄκουε τοῦ ἥρω θαύματα πρὸς ἀθλητάς, οἳ ἐχρήσαντο αὐτῷ συμβούλῳ· τὸν Κίλικα, οἶμαι, παγκρατιαστὴν ἀκούεις, ὃν Ἁλτῆρα ἐκάλουν οἱ πατέρες, ὡς μικρὸς ἦν καὶ τῶν ἀντιπάλων παραπολύ.
678
οἶδα τεκμαιρόμενος δήπου τοῖς ἀνδριᾶσι, χαλκοῦς γὰρ πολλαχοῦ ἕστηκεν.
678
τούτῳ, ξένε, περιῆν μὲν καὶ ἐπιστήμης, περιῆν δὲ καὶ θυμοῦ, καὶ μάλα ἐρρώννυ αὐτὸν ἡ εὐαρμοστία τοῦ σώματος. ἀφικόμενος οὖν ἐς τὸ ἱερὸν τοῦτο ὁ παῖς, ἔπλει δὲ εὐθὺ Δελφῶν ἀγωνιούμενος τὴν κρίσιν, ἠρώτα τὸν Πρωτεσίλεων, ὅ τι πράττων περιέσοιτο τῶν ἀντιπάλων, ὁ δὲ πατούμενος ἔφη. ἀθυμία οὖν αὐτίκα τὸν ἀθλητὴν ἔσχεν ὡς καταβεβλημένον ὑπὸ τοῦ χρησμοῦ, τὸ δὲ ἀποπτερνίζειν ἐν ἀγωνίᾳ πρῶτος εὑρὼν ξυνῆκεν ὕστερον, ὅτι κελεύει αὐτὸν μὴ μεθίεσθαι τοῦ ποδός· τὸν γὰρ προσπαλαίοντα τῇ πτέρνῃ πατεῖσθαί τε ξυνεχῶς χρὴ καὶ ὑποκεῖσθαι τῷ ἀντιπάλῳ. καὶ τοῦτο πράττων ὁ ἀθλητὴς οὗτος ὀνόματος λαμπροῦ ἔτυχε καὶ ἡττήθη οὐδενός. ἀκούεις δέ που καὶ Πλούταρχον ἐκεῖνον τὸν δεξιόν;
678
ἀκούω. τὸν πύκτην γάρ, ὡς τὸ εἰκός, λέγεις.
678
οὗτος ἀνιὼν τὴν δευτέραν Ὀλυμπιάδα ἐπὶ τοὺς ἄνδρας ἱκετεύει τὸν ἥρω χρῆσαί οἱ περὶ τῆς νίκης· ὁ δὲ αὐτὸν κελεύει Ἀχελώῳ ἐναγωνίῳ εὔχεσθαι.
678
τί οὖν τὸ αἴνιγμα;