Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
681 λέγεται δὲ ὁ ἥρως οὗτος καὶ λοιμὸν ἐρύκειν τοῦ ὄρους, πολυανθρωποτάτη δὲ ἡ Ῥοδόπη καὶ πολλαὶ περὶ τὸ ἱερὸν αἱ κῶμαι, ὅθεν μοι δοκεῖ καὶ βοήσεσθαι ὑπὲρ τῶν ἑαυτοῦ συστρατιωτῶν ὁ Διομήδης, εἰ τὸν μὲν Θρᾷκα τοῦτον, ὃν ἀπέκτεινεν αὐτὸς μηδὲν εὐδόκιμον ἐν Τροίᾳ ἐργασάμενον, μηδὲ δείξαντά τι ἐκεῖ λόγου ἄξιον πλὴν ἵππων λευκῶν, εἶναί τι ἡγοίμεθα καὶ θύοιμεν αὐτῷ διὰ Ῥοδόπης τε καὶ Θρᾴκης πορευόμενοι, τοὺς δὲ θεῖά τε καὶ λαμπρὰ εἰργασμένους ἔργα ἀτιμάζοιμεν μυθώδη τὴν περὶ αὐτοὺς δόξαν ἡγούμενοι καὶ κεκομπασμένην.
681 μετὰ σοῦ λοιπόν, ἀμπελουργέ, τάττω ἐμαυτὸν καὶ οὐδεὶς ἔτι τοῖς τοιούτοις ἀπιστήσει· οἱ δὲ ἐν τῷ πεδίῳ τῷ ἐν Ἰλίῳ, οὓς ἔφασκες διʼ αὐτοῦ τὸν μάχιμον τρόπον στείχειν, πότε ὤφθησαν;
681 ὁρῶνται, ὦ Φοῖνιξ, ὁρῶνται ἔτι βουκόλοις τε τοῖς ἐν τῷ πεδίῳ καὶ νομεῦσι μεγάλοι καὶ θεῖοι καὶ θεῶνταί ἐστιν ὅτε ἐπὶ κακῷ τῆς γῆς· εἰ μὲν γὰρ κεκονιμένοι φαίνοιντο, αὐχμοὺς ἐπισημαίνουσι τῇ χώρᾳ, εἰ δὲ ἱδρῶτος πλέοι, κατακλυσμούς τε καὶ ὄμβρους, εἰ δὲ αἷμα περὶ αὐτοῖς ἢ τοῖς ὅπλοις φαίνοιτο, νόσους τῷ Ἰλίῳ ἀναπέμπουσιν, εἰ δὲ μηδὲν τούτων περὶ τοῖς εἰδώλοις ὁρῷτο, ἀγαθὰς ἤδη ἄγουσι τὰς ὥρας καὶ σφάττουσιν αὐτοῖς τότε οἱ νομεῖς ὁ μὲν ἄρνα, ὁ δὲ ταῦρον, ὁ δὲ πῶλον, ὁ δʼ ἄλλο τι ὧν νέμει. φθορὰς δέ, ὁπόσαι περὶ τὰς ἀγέλας γίγνονται, πάσας ἐξ Αἴαντος ἥκειν φασίν, οἶμαι, διὰ τὸν ἐν τῇ μανίᾳ λόγον, ὅτε δὴ ὁ Αἴας λέγεται ταῖς ἀγέλαις ἐμπεσὼν διαφορῆσαι σφᾶς οἷον κτείνων τοὺς Ἀχαιοὺς ἐπὶ τῇ κρίσει, καὶ οὐδὲ νέμει περὶ τὸ σῆμα οὐδεὶς φόβῳ τῆς πόας, νοσώδης γὰρ δὴ ἀναδίδοται καὶ πονηρὰ βόσκειν. ἔστι δέ τις λόγος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme