Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
682 ὡς Τρῶές ποτε ποιμένες ἐς τὸν Αἴαντα ὕβριζον νενοσηκότων αὐτοῖς τῶν προβάτων καὶ περιστάντες τὸ σῆμα πολέμιον μὲν Ἕκτορος τὸν ἥρωα ἐκάλουν, πολέμιον δὲ Τροίας τε καὶ ποιμνίων, καὶ ὁ μὲν μανῆναι αὐτόν, ὁ δὲ μαίνεσθαι, ὁ δʼ ἀσελγέστατος τῶν ποιμένων Αἴας δʼ οὐκέτʼ ἔμιμνε μέχρι τούτου τὸ ἔπος αὐτῷ ἐπερραψῴδει ὡς δειλῷ· ὁ δὲ ἀλλὰ ἔμιμνον εἶπε βοήσας ἐκ τοῦ τάφου φρικῶδές τι καὶ ὄρθιον, λέγεται δὲ καὶ δουπῆσαι τοῖς ὅπλοις, οἷον ἐν ταῖς μάχαις εἰώθει. τὸ μὲν δὴ τῶν κακοδαιμόνων ἐκείνων πάθος οὐ χρὴ θαυμάζειν, εἰ Τρῶές τε καὶ νομεῖς ὄντες ἐξεπλάγησαν ὁρμὴν Αἴαντος, καὶ οἱ μὲν ἔπεσον αὐτῶν, οἱ δʼ ἔτρεσαν, οἱ δʼ ᾤχοντο φεύγοντες οὗ ἐποίμαινον, τὸν δὲ Αἴαντα θαυμάσαι ἄξιον, ἀπέκτεινε γὰρ οὐδένα αὐτῶν, ἀλλὰ τὴν παροινίαν, ᾗ ἐχρῶντο, ἐκαρτέρησε μόνον ἐνδειξάμενος αὐτοῖς τὸ ἀκούειν. ὁ δὲ Ἕκτωρ οὐκ ἐγίγνωσκεν, οἶμαι, τὴν ἀρετὴν ταύτην, ὑβρίσαντος γὰρ ἐς αὐτὸν πέρυσι μειρακίου τινός, ἦν δʼ, ὥς φασι, κομιδῇ νέον καὶ ἀπαιδευτόν, ὥρμησεν ἐπὶ τὸ μειράκιον καὶ ἀπέκτεινεν αὐτὸ ἐν ὁδῷ, ποταμῷ τὸ ἔργον προσθείς.
682 ἀγνοοῦντι λέγεις, ἀμπελουργέ, καὶ σφόδρα ἐκπληττομένῳ τὸν λόγον, ᾤμην γὰρ μηδαμοῦ φαίνεσθαι τὸν ἥρω τοῦτον, καὶ ὁπότε μοι τὰ τῶν Ἑλλήνων ἀπήγγελλες, ὑπερήλγουν τοῦ Ἕκτορος, εἰ μήτε ἀρότης τι ὑπὲρ αὐτοῦ λέγει, μήτε αἰπόλος, ἀλλʼ ἀφανής ἐστι τοῖς ἀνθρώποις καὶ ἀτεχνῶς κεῖται. περὶ μὲν γὰρ τοῦ Πάριδος οὐδʼ ἀκούειν ἀξιῶ οὐδέν, δι’ ὃν τοιοίδε καὶ τοσοίδε ἔπεσον, περὶ δὲ τοῦ Ἕκτορος, ὃς ἔρεισμα μὲν τῆς Τροίας καὶ τοῦ ξυμμαχικοῦ παντὸς ἦν, ἵππους δὲ ξυνεῖχε τέτταρας, ὅ μηδεὶς τῶν ἡρώων ἕτερος, τὰς δὲ τῶν Ἀχαιῶν κατεπίμπρη ναῦς,
683 ἐμάχετο δὲ πρὸς αὐτοὺς ὁμοῦ πάντας ἐφορμῶντάς τε καὶ ξυνταττομένους ἐπʼ αὐτὸν οὐκ ἂν ἐροίμην γέ τι, οὐδʼ ἂν ἀκούσαιμι χαίρων, εἰ μὴ διαπηδῴης αὐτά, μηδʼ ἀμελῶς λέγοις;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme