Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
683 ἄκουε διὰ πλειόνων, ἐπειδὴ τοῦτο ἡγῇ τὸ μὴ ἀμελῶς φράζειν· τὸ ἐν Ἰλίῳ ἄγαλμα τοῦ Ἕκτορος ἡμιθέῳ ἀνθρώπῳ ἔοικε καὶ πολλὰ ἤθη ἐπιφαίνει τῷ θεωροῦντι αὐτὸ ξὺν ὀρθῷ λόγῳ· καὶ γὰρ φρονηματῶδες δοκεῖ καὶ γοργὸν καὶ φαιδρὸν καὶ ξὺν ἁβρότητι σφριγῶν καὶ ἡ ὥρα μετʼ οὐδεμιᾶς κόμης. ἔστι δʼ οὕτω τι ἔμπνουν, ὡς τὸν θεατὴν ἐπισπάσασθαι θιγεῖν. τοῦτο ἵδρυται μὲν ἐν περιβλέπτῳ τοῦ Ἰλίου, πολλὰ δὲ ἐργάζεται χρηστὰ κοινῇ τε καὶ ἐς ἕνα, ὅθεν εὔχονται αὐτῷ καὶ ἀγῶνα θύουσιν, ὅτε δὴ θερμὸν οὕτω καὶ ἐναγώνιον γίγνεται, ὡς καὶ ἱδρῶτα ἀπʼ αὐτοῦ λείβεσθαι· μειράκιον οὖν Ἀσσύριον ἧκον ἐς τὸ Ἴλιον ἐλοιδορεῖτο τῷ Ἕκτορι προφέρον αὐτῷ τάς τε ἕλξεις, αἳ ἐξ Ἀχιλλέως ποτὲ ἐς αὐτὸν ἐγένοντο, καὶ τὸν τοῦ Αἴαντος λίθον, ᾧ βληθεὶς ἀπέθανε πρὸς βραχύ, καὶ ὡς Πάτροκλον τὰ πρῶτα ἔφυγε, καὶ ὡς οὐδὲ ἀπέκτεινεν, ἀλλὰ ἕτεροι. μετεποίει δὲ τὸ ἄγαλμα τοῦ Ἕκτορος, Ἀχιλλέως γὰρ ἔφασκεν εἶναι αὐτὸ μετὰ τὴν κόμην, ἣν ἐκείρατο ἐπὶ τῷ Πατρόκλῳ· τούτων ἐμφορηθὲν ἐξήλασεν ἐκ τοῦ Ἰλίου, καὶ πρὶν ἢ δέκα πορευθῆναι σταδίους ποταμὸς οὕτω βραχύς, ὡς μηδὲ ὄνομα αὐτοῦ ἐν Τροίᾳ εἶναι, μέγας ἐκ μικροῦ αἴρεται καὶ ὡς ἀπήγγελλον οἱ διαφυγόντες τῶν ὀπαδῶν, ὁπλίτης ἡγεῖτο τοῦ ποταμοῦ μέγας παρακελευόμενος αὐτῷ βαρβάρῳ τῇ φωνῇ καὶ σφοδρᾷ ἐπιστρέφειν τὸ ὕδωρ ἐς τὴν ὁδόν,
684 διʼ ἧς τὸ μειράκιον ἤλαυνεν ἐπὶ τεττάρων ἵππων οὐ μεγάλων, οὓς ὑπολαβὼν ὁ ποταμὸς ὁμοῦ τῷ μειρακίῳ βοῶντί τε καὶ ξυνιέντι λοιπὸν τοῦ Ἕκτορος ἀπήγαγεν ἐς τὰ ἑαυτοῦ ἤθη καὶ οὕτως ἀπώλεσεν, ὡς μηδὲ ἀνελέσθαι ξυγχωρῆσαι τὸ σῶμα, ᾤχετο γὰρ οὐκ οἶδʼ ὅποι ἀφανισθέν.
684 οὔτε τὸν Αἴαντα χρὴ θαυμάζειν, ἀμπελουργέ, καρτερήσαντα τὰ ἐκ τῶν ποιμένων, οὔτε τὸν Ἕκτορα ἡγεῖσθαι βάρβαρον μὴ ἀνασχόμενον τὰ ἐκ τοῦ μειρακίου· τοῖς μὲν γὰρ καὶ ξυγγνώμη ἴσως, οἳ Τρῶες ὄντες ἔτι καὶ πονήρως ἐχόντων σφίσι τῶν προβάτων ἐπεπήδων τῷ τάφῳ, μειρακίῳ δὲ Ἀσσυρίῳ πομπεύοντι ἐς τὸν τοῦ Ἰλίου ἥρω τίς ξυγγνώμη; οὐ γὰρ δὴ Ἀσσυρίοις ποτὲ καὶ Τρωσὶ πόλεμος ἐγένετο, οὐδὲ τὰς ἀγέλας σφῶν ὁ Ἕκτωρ ἐπόρθησεν, ὡς τὰς τῶν Τρώων ὁ Αἴας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme