Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
662 χρυσῆν ἀγορὰν λέγεις, ἀμπελουργέ, καὶ ἡρώων μᾶλλον ἢ ἀνθρώπων. ἀλλὰ καὶ ὁ κύων οὗτος τί ἐθέλει; περίεισι γὰρ με προσκνυζόμενος τοῖς ποσὶ καὶ παρέχων τὸ οὖς ἁπαλόν τε καὶ πρᾷον.
662 τοὐμὸν ἦθος ἑρμηνεύει σοι, ξένε, καὶ ὅτι πρὸς τοὺς δεῦρο ἀφικνουμένους οὕτω μετρίως καὶ χρηστῶς ἔχομεν, ὡς μηδὲ τῷ κυνὶ ξυγχωρεῖν ὑλακτεῖν αὐτούς, ἀλλὰ προσδέχεσθαί τε καὶ ὑποπίπτειν ἥκοντας.
662 ἔξεστιν οὖν ἀμπέλῳ προσβαλεῖν;
662 φθόνος οὐδείς· εἰσὶ γὰρ ἡμῖν ἱκανοί γε βότρυς.
662 τί δέ; καὶ συκάσαι;
662 καὶ τούτου ἄδεια, περίεστι γὰρ καὶ σύκων· καὶ κάρυα δοίην καὶ μῆλα δοίην καὶ μυρία ἀγαθὰ ἕτερα, φυτεύω δὲ αὐτὰ οἷον παροψήματα τῶν ἀμπέλων.
662 τί ἂν οὖν καταβάλοιμι;
662 τί δʼ ἄλλο γʼ, ὦ Φοῖνιξ, ἢ φαγεῖν τε ἡδέως καὶ ἐπισιτίσασθαι καὶ ἀπελθεῖν χαίρων;
662 Ἀλλʼ ἦ φιλοσοφεῖς, ἀμπελουργέ;
662 καὶ σύν γε τῷ καλῷ Πρωτεσίλεῳ.
662 σοὶ δὲ τί καὶ τῷ Πρωτεσίλεῳ κοινόν, εἰ τὸν ἐκ Θετταλίας λέγεις;
662 ἐκεῖνον λέγω τὸν τῆς Λαοδαμείας, τουτὶ γὰρ χαίρει ἀκούων.
662 τί δὲ δὴ δεῦρο πράττει;
662 ζῇ καὶ γεωργοῦμεν.
662 Ἀναβεβιωκὼς ἢ τί;
662 οὐδὲ αὐτὸς λέγει, ὦ ξένε, τὰ ἑαυτοῦ πάθη, πλήν γε δὴ ὅτι ἀποθάνοι μὲν διʼ Ἑλένην ἐν Τροίᾳ, ἀναβιῴη δὲ ἐν Φθίᾳ Λαοδαμείας ἐρῶν.
662 καὶ μὴν ἀποθανεῖν γε μετὰ τὸ ἀναβιῶναι λέγεται, ἀναπεῖσαί τε τὴν γυναῖκα ἐπισπέσθαι οἱ.
663 λέγει καὶ αὐτὸς ταῦτα, ἀλλʼ ὅπως καὶ μετὰ τοῦτο ἀνῆλθε πάλαι μοι βουλομένῳ μαθεῖν οὐ λέγει, Μοιρῶν τι ἀπόρρητον, ὥς φησι, κρύπτων. καὶ οἱ συστρατιῶται δὲ αὐτοῦ οἱ ἐν τῇδε τῇ Τροίᾳ ἔτι ἐν τῷ πεδίῳ φαίνονται μάχιμοι τὸ σχῆμα καὶ σείοντες τοὺς λόφους.
663 ἀπιστῶ, νὴ τὴν Ἀθηνᾶν, ἀμπελουργέ, καίτοι οὕτω βουλόμενος ταῦτα ἔχειν. εἰ δὲ μὴ πρὸς τοῖς φυτοῖς εἶ, μηδὲ ὀχετηγεῖς, ἤδη δίελθέ μοι ταῦτά τε καὶ ὅσα τοῦ Πρωτεσίλεω γιγνώσκεις· καὶ γὰρ ἂν χαρίζοιο τοῖς ἥρωσιν, εἰ πιστεύων ἀπέλθοιμι.
663 Οὐκέτʼ, ὦ ξένε, κατὰ μεσημβρίαν τὰ φυτὰ πίνει, μετόπωρον γὰρ ἤδη καὶ ἄρδει αὐτὰ ἡ ὥρα· σχολὴ οὖν μοι διελθεῖν πάντα. μηδὲ γὰρ λανθάνοι τοὺς χαρίεντας τῶν ἀνθρώπων θεῖα οὕτω καὶ μεγάλα ὄντα. βέλτιον δὲ καὶ ἐν καλῷ τοῦ χωρίου ἱζῆσαι.
663 ἡγοῦ δή, ὡς ἑψομένου καὶ ὑπὲρ τὰ μέσα τῆς Θρᾴκης.
663 παρέλθωμεν ἐς τὸν ἀμπελῶνα, ὦ Φοῖνιξ, καὶ γὰρ ἂν καὶ εὐφροσύνης τι ἐν αὐτῷ εὕροις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme