Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
684 πεπονθέναι τι πρὸς τὸν Ἕκτορα, ὦ ξένε, δοκεῖς, καὶ οὐκ ἀξιῶ διαφέρεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὰ τοῦ Αἴαντος, ἐκεῖθεν γὰρ οἶμαι τὴν ἐκβολὴν τοῦ λόγου πεποιῆσθαι.
684 ἐκεῖθεν, ὦ ἀμπελουργέ, καὶ εἰ δοκεῖ, ἐπανίωμεν.
684 πρόσεχε οὖν, ὦ ξένε· νηός ποτε καθορμισαμένης ἐς τὸ Αἰάντειον δύο τῶν ξένων πρὸ τοῦ σήματος ἤλυόν τε καὶ πεττοῖς ἔπαιζον, ἐπιστὰς δὲ ὁ Αἴας πρὸς θεῶν ἔφη μετάθεσθε τὴν παιδιὰν ταύτην· ἀναμιμνήσκει γάρ με τῶν Παλαμήδους ἔργων σοφοῦ τε καὶ μαλʼ ἐπιτηδείου μοι ἀνδρός. ἀπολώλεκε δὲ κἀμὲ κἀκεῖνον ἐχθρὸς εἷς ἄδικον εὑρὼν ἐφʼ ἡμῖν κρίσιν.
684 Δεδάκρυκα, νὴ τὸν Ἥλιον, ἀμπελουργέ, τὰ γὰρ ἀμφοῖν πάθη παραπλήσιά τε καὶ ἐοικότα ἐς εὔνοιαν· ἀγαθῶν μὲν γὰρ κοινωνία τίκτει ποτὲ καὶ φθόνον, ὅσοι δʼ ἂν κοινωνήσωσι συμφορῶν, ἀγαπῶσιν ἀλλήλους τὸν ἔλεον τοῦ ἐλέου ἀντιδιδόντες. Παλαμήδους δὲ εἴδωλον ἔχοις ἄν τινα εἰπεῖν ἑωρακότα ἐν Τροίᾳ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme