687
οὐκοῦν, ἐπειδὴ φρονεῖς οὕτως, αἴρωμεν ἐξ Αὐλίδος, ὦ ξένε. τὸ γὰρ ἐκεῖ ξυνειλέχθαι σφᾶς ἀληθές. τὰ δʼ ἐμβατήρια τοῦ λόγου τῷ Πρωτεσίλεῳ εὔχθω. ὡς μὲν δὴ τὴν Μυσίαν οἱ Ἀχαιοὶ πρὸ Τροίας ἐπόρθησαν ἐπὶ Τηλέφῳ τότε οὖσαν, καὶ ὡς ὁ Τήλεφος ὑπὲρ τῶν ἑαυτοῦ μαχόμενος ἐτρώθη ὑπὸ Ἀχιλλέως, ἔστι σοι καὶ ποιητῶν ἀκούειν — οὐ γὰρ ἐκλέλειπται αὐτοῖς ταῦτα — τὸ δὲ πιστεύειν, ὡς ἀγνοήσαντες οἱ Ἀχαιοὶ τὴν χώραν τὰ τοῦ Πριάμου ἄγειν τε καὶ φέρειν ᾤοντο, διαβάλλει τὸν Ὁμήρου λόγον, ὃν περὶ Κάλχαντος ᾅδει τοῦ μάντεως· εἰ γὰρ ἐπὶ μαντικῇ ἔπλεον καὶ τὴν τέχνην ἡγεμόνα ἐποιοῦντο, πῶς ἂν ἄκοντες ἐκεῖ καθωρμίσθησαν; πῶς δʼ ἂν καθορμισθέντες ἠγνόησαν, ὅτι μὴ ἐς Τροίαν ἥκουσι καὶ ταῦτα πολλοῖς μὲν βουκόλοις ἐντετυχηκότες, πολλοῖς δὲ ποιμέσι; νέμεταί τε γὰρ ἡ χώρα μέχρι θαλάττης καὶ τοὔνομα ἐρωτᾶν τῆς ξένης ξύνηθες, οἶμαι, τοῖς καταπλέουσιν. εἰ δὲ καὶ μηδενὶ τούτων ἐνέτυχον, μηδὲ ἤροντο τῶν τοιούτων οὐδέν, ἀλλʼ Ὀδυσσεὺς καὶ Μενέλεως ἐς Τροίαν ἤδη ἀφιγμένω τε καὶ πεπρεσβευκότε καὶ τὰ κρήδεμνα τοῦ Ἰλίου εἰδότε οὐκ ἄν μοι δοκοῦσι περιιδεῖν ταῦτα, οὐδʼ ἂν ξυγχωρῆσαι τῷ στρατῷ διαμαρτάνοντι τῆς πολεμίας. ἑκόντες μὲν δὴ οἱ Ἀχαιοὶ τοὺς Μυσοὺς ἐληίζοντο, λόγου ἐς αὐτοὺς ἥκοντος, ὡς ἄριστα ἠπειρωτῶν πράττοιεν,