Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
663 παρέλθωμεν, ἡδὺ γάρ που ἀναπνεῖ τῶν
663 τί λέγεις ἡδύ; θεῖον· τῶν μὲν γὰρ ἀγρίων δένδρων αἱ ἄνθαι εὔοσμοι, τῶν δὲ ἡμέρων οἱ καρποί. εἰ δὲ ἐντύχοις ποτὲ φυτῷ ἡμέρῳ παρὰ τὴν ἄνθην εὐώδει, δρέπου τῶν φύλλων μᾶλλον, ἐκείνων γὰρ τὸ ὀδωδέναι.
663 ὡς ποικίλη σοι ἡ ὥρα τοῦ χωρίου, καὶ ὡς ἐκδεδώκασιν ἱλαροὶ οἱ βότρυς, τὰ δένδρα τε ὡς διάκειται πάντα καὶ ὡς ἀμβροσία ἡ ὀσμὴ τοῦ χωρίου. τοὺς δρόμους δέ, οὓς ἀνῆκας, χαρίεντας μὲν ἡγοῦμαι, τρυφᾶν δέ μοι δοκεῖς, ἀμπελουργέ, τοσαύτῃ γῇ ἀργῷ χρώμενος.
663 ἱεροί, ξένε, οἱ δρόμοι, γυμνάζεται γὰρ ἐν αὐτοῖς ὁ ἥρως.
663 ἐρεῖς ταῦτα, ἐπειδὰν ἱζήσωμεν οὗ ἄγεις. νυνὶ δέ μοι ἐκεῖνο εἰπέ· οἰκεῖα γεωργεῖς ταῦτα ἢ δεσπότης μὲν αὐτῶν ἕτερος, σὺ δὲ τρέφοντα τοῦτον τρέφεις, ὥσπερ τὸν τοῦ εὐριπίδου Οἰνέα;
664 ἓν τοῦτο ἐκ πολλῶν γήδιον λείπεταί μοι τρέφον οὔκ ἀνελευθέρως, τοὺς δὲ ἄλλους ἀγροὺς ἀφείλοντό με οἱ δυνατοὶ κομιδῇ ὀρφανόν. καὶ τουτὶ δὲ τὸ χωρίδιον ὑπὸ Ξείνιδος ἤδη τοῦ Χερρονησίτου κατεχόμενον ἐξείλετο ὁ Πρωτεσίλεως προσβαλών τι αὐτῷ ἑαυτοῦ φάμα, ὑφʼ οὗ τὰς ὄψεις ἀνακοπεὶς ἀπῆλθε τυφλός.
664 ἀγαθόν γε τοῦ ἀγροῦ φύλακα ἐκτήσω, καὶ οὐδὲ λύκου τινὸς ἔφοδον, οἶμαι, δέδιας ἐγρηγορότος οὑτωσὶ τοῦ φίλου.
664 ἀληθῆ λέγεις· οὐδὲ γὰρ θηρίῳ συγχωρεῖ ἐσφοιτᾶν οὐδενί, οὐδὲ ὄφις ἐνταῦθα, οὐδὲ φαλάγγιον, οὐδὲ συκοφάντης ἡμῖν περὶ τοῦ ἀγροῦ ἐπιτίθεται. τὸ δὲ θηρίον τοῦτο δεινῶς ἀναιδές, ἀπόλλυσι γοῦν ἐν ἀγορᾷ.
664 τὴν δὲ φωνήν, ἀμπελουργέ, πῶς ἐπαιδεύθης; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme