Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
697 γενέσθαι δὲ αὐτῷ καὶ παῖδα Ἀντίλοχον, ὃν μεσοῦντος ἤδη τοῦ πολέμου ἐλθεῖν. νέον μὲν γὰρ εἶναι τὸν Ἀντίλοχον καὶ οὐκ ἐν ὥρᾳ τῶν πολεμικῶν, ὁπότε ξυνελέγοντο ἐς Αὐλίδα, βουλομένῳ δὲ αὐτῷ στρατεύειν οὐ ξυγχωρῆσαι τὸν πατέρα, τὸν δʼ, ἐπειδὴ πέμπτον ἔτος ἤδη προβεβήκει τῷ πολέμῳ, νεώς τε ἐπιβάντα ἀφικέσθαι καὶ παρελθόντα ἐς τὴν τοῦ Ἀχιλλέως σκηνήν, ἐπειδὴ τοῦτον ἐπιτηδειότατον εἶναι τῷ πατρὶ ἤκουεν, ἱκετεῦσαι τὸν Ἀχιλλέα παραιτήσασθαι αὐτὸν τοῦ πατρός, εἴ πως ἀπειθήσαντι μὴ ἄχθοιτο. ὁ δὲ ἡσθεὶς τῇ τοῦ Ἀντιλόχου ὥρᾳ καὶ τῆς προθυμίας ἀγασθεὶς αὐτὸν οὔπω τὸν πατέρα, εἶπεν ὦ μειράκιον, τὸν σεαυτοῦ γιγνώσκεις, εἰ μὴ ὑπʼ αὐτοῦ ἐπαινεθήσεσθαι μᾶλλον οἴει ἔργον φιλότιμόν τε καὶ νεανικὸν εἰργασμένος, καὶ ὀρθῶς εἶπεν ὁ Ἀχιλλεὺς ταῦτα· ὑπερησθεὶς γὰρ τῷ παιδὶ ὁ Νέστωρ καὶ ἐπʼ αὐτῷ φρονήσας ἄγει αὐτὸν παρὰ τὸν Ἀγαμέμνονα, ὁ δὲ αὐτίκα ξυγκαλεῖ τοὺς Ἀχαιοὺς καὶ λέγεται ἄριστα ἑαυτοῦ διαλεχθῆναι τότε ὁ Νέστωρ. ξυνελθεῖν μὲν γὰρ αὐτοὺς χαίροντας ἐπὶ τῷ παῖδα ὄψεσθαι Νέστορος — οὐδὲ γὰρ εἶναι αὐτῷ ἐν Τροίᾳ υἱόν, οὔτε Θρασυμήδη τινὰ οὔτε ἕτερον — ἑστάναι δὲ τὸν Ἀντίλοχον ἐρυθριῶντά τε καὶ ἐς τὴν γῆν βλέποντα καὶ θαυμαστὰς κτήσασθαι τοῦ κάλλους οὐκ ἐλάττους ἢ Ἀχιλλεὺς ἐκέκτητο. τὸ μὲν γὰρ ἐκείνου εἶδος ἐκπληκτικόν τε φαίνεσθαι καὶ θεῖον, τὸ δὲ τοῦ Ἀντιλόχου τερπνόν τε καὶ ἥμερον δοκεῖν πᾶσι, καὶ τοὺς Ἀχαιοὺς ὁ Πρωτεσίλεως οὐδὲ ἄλλως ἐκλελησμένους τότε δὴ μάλιστα ἐς ἔννοιαν ἑαυτοῦ ἀφικέσθαι λέγει, ξυμβαίνοντος ἑαυτῷ τοῦ Ἀντιλόχου τὴν ἡλικίαν τε καὶ τὸ μέγεθος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme