Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
708 θαμίζειν τε καὶ Ἡρακλέα τῷ Χείρωνι, ὅτε μὴ ἀπάγοιεν αὐτὸν οἱ ἆθλοι. μετασχεῖν δὲ τῆς τοῦ Χείρωνος ὁμιλίας καὶ αὐτός φησι Παλαμήδει ἅμα καὶ Ἀχιλλεῖ καὶ Αἴαντι. καὶ τὰ τοῦ Παλαμήδους ὧδε ἀπαγγέλλει· αὐτομαθῆ ἀφικέσθαι αὐτὸν καὶ σοφίας ἤδη γεγυμνασμένον καὶ πλείω γιγνώσκοντα ἢ ὁ Χείρων· πρὸ γὰρ δὴ Παλαμήδους ὧραι μὲν οὔπω ἦσαν οὖσαι, μηνῶν δὲ οὔπω κύκλος, ἐνιαυτὸς δὲ οὔπω ὄνομα ἦν τῷ χρόνῳ, οὐδὲ νόμισμα ἦν, οὐδὲ σταθμὰ καὶ μέτρα, οὐδὲ ἀριθμεῖν, σοφίας δὲ οὔπω ἔρως, ἐπεὶ μήπω ἦν γράμματα. βουλομένου δὲ Χείρωνος ἰατρικὴν διδάσκειν αὐτὸν ἐγώ, ἔφη ὦ Χείρων, ἰατρικὴν μὲν ἡδέως οὐκ οὖσαν ἂν εὗρον, εὑρημένην δὲ οὐκ ἀξιῶ μανθάνειν, καὶ ἄλλως τὸ ὑπέρσοφόν σου τῆς τέχνης ἀπήχθηται μὲν Διί, ἀπήχθηται δὲ Μοίραις, καὶ διῄειν ἂν τὰ Ἀσκληπιοῦ, εἰ μὴ ἐνταῦθα ἐβέβλητο. ὄντων δὲ τῶν Ἀχαιῶν ἐν Αὐλίδι πεττοὺς εὗρεν οὐ ῥᾴθυμον παιδιάν, ἀλλʼ ἀγχίνουν τε καὶ ἔσω σπουδῆς. τὸν δὲ λόγον, ὃς πολλοῖς τῶν ποιητῶν εἴρηται, ὡς στρατεύοι μὲν ἐπὶ Τροίαν ἡ Ἑλλάς, Ὀδυσσεὺς δὲ ἐν Ἰθάκῃ μανίαν πλάττοιτο καὶ πρὸς ἀρότρῳ εἴη βοῦν ἵππῳ ξυμβαλὼν Παλαμήδης τε αὐτὸν ἐλέγξειε τῷ Τηλεμάχῳ οὔ φησιν ὑγιᾶ εἶναι, προθυμότατα γὰρ δὴ τὸν Ὀδυσσέα ἐς Αὐλίδα ἐλθεῖν καὶ ὄνομα ἤδη αὐτοῦ παραδεδόσθαι τοῖς Ἕλλησιν ἐπὶ δεινότητι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme