Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
714 ἐγὼ δὲ μηχανήματα μὲν γενναῖα ἡγοῦμαι τοὺς Αἰακίδας καὶ τὸν Καπανέως τε καὶ Τυδέως καὶ τοὺς Λοκροὺς Πάτροκλόν τε δήπου καὶ Αἴαντα, εἰ δὲ καὶ ἀψύχων μηχανημάτων δεῖσθε, ἤδη ἡγεῖσθε τὴν Τροίαν τό γε ἐπʼ ἐμοὶ κεῖσθαι. ἀλλʼ ἔφθησαν αὐτὸν αἱ Ὀδυσσέως μηχαναὶ σοφῶς ξυντεθεῖσαι καὶ χρυσοῦ μὲν ἥττων ἔδοξε προδότης τε εἶναι κατεψεύσθη, περιαχθεὶς δὲ τὼ χεῖρε κατελιθώθη βαλλόντων αὐτὸν Πελοποννησίων τε καὶ Ἰθακησίων, ἡ δὲ ἄλλη Ἑλλὰς οὐδὲ ἑώρα ταῦτα, ἀλλὰ καὶ δοκοῦντα ἀδικεῖν ἠγάπα. ὠμὸν καὶ τὸ ἐπʼ αὐτῷ κήρυγμα· μὴ γὰρ θάπτειν τὸν Παλαμήδην μηδὲ ὁσιοῦν τῇ γῇ, ἀποθνήσκειν δὲ τὸν ἀνελόμενόν τε καὶ θάψαντα. κηρύττοντος δὲ ταῦτα τοῦ Ἀγαμέμνονος Αἴας ὁ μέγας ἐπιρρίψας ἑαυτὸν τῷ νεκρῷ πολλὰ μὲν δάκρυα περὶ αὐτῷ ἀφῆκεν, ἀναθέμενος δὲ αὐτὸν διεξέπαισε τοῦ ὁμίλου γυμνῷ τῷ ξίφει καὶ ἑτοίμῳ· θάψας οὖν, ὡς εἰκὸς ἦν, τὸν εἰργόμενον οὐ προσῄει τῷ κοινῷ τῶν Ἑλλήνων, οὐδὲ βουλῆς ἢ γνώμης ἥπτετο, οὐδὲ ἐξῄει ἔτι ἐς τὰς μάχας Ἀχιλλέως τε ἀφικομένου μετὰ τὴν τῆς Χερρονήσου ἅλωσιν ἄμφω ἐπὶ τῷ Παλαμήδει ἐμήνισαν· ὁ μὲν Αἴας οὐκ ἐπὶ πολύ, ὡς γὰρ ᾔσθετο τῶν ξυμμάχων κακῶς πραττόντων, ἤλγησέ τε καὶ τὴν ὀργὴν μετέθηκεν, ὁ δὲ Ἀχιλλεὺς ἀπεμήκυνε τὴν μῆνιν, ᾠδήν τε γὰρ τῆς λύρας τὸν Παλαμήδην ἐπεποίητο καὶ ᾖδεν αὐτόν, ὅσα τοὺς προτέρους τῶν ἡρώων, ἐδεῖτό τε ὄναρ ἐφίστασθαί οἱ σπένδων ἀπὸ κρατῆρος, οὗ Ἑρμῆς ὑπὲρ ὀνείρων πίνει. ἔοικέ τε ὁ ἥρως οὗτος οὐκ Ἀχιλλεῖ μόνον, ἀλλὰ καὶ πᾶσιν, οἷς ῥώμης τε καὶ σοφίας ἔρως, παρέχειν ἑαυτὸν ζήλου τε καὶ ᾠδῆς ἄξιον, ὅ τε Πρωτεσίλεως, ἐπειδὰν ἐς μνήμην αὐτοῦ ἀφικώμεθα, ἀστακτὶ δακρύει τήν τε ἄλλην ἀνδρείαν τοῦ ἥρω ἐπαινῶν καὶ τὴν ἐν τῷ θανάτῳ· οὐ γὰρ δὴ ἱκετεῦσαι τὸν Παλαμήδην,
715 οὐδὲ οἰκτρόν τι εἰπεῖν οὐδὲ ὀδύρασθαι, ἀλλʼ εἰπὼν ἐλεῶ σε, ἀλήθεια, σὺ γὰρ ἐμοῦ προαπόλωλας ὑπέσχε τὴν κεφαλὴν τοῖς λίθοις οἷον ξυνιείς, ὅτι ἡ δίκη πρὸς αὐτοῦ ἔσται.
715 ἔστι καὶ τὸν Παλαμήδην ἰδεῖν, ἀμπελουργέ, καθάπερ καὶ τὸν Νέστορα εἶδον καὶ τὸν Σθένελον ἢ οὐδὲν περὶ τῆς ἰδέας αὐτοῦ ὁ Πρωτεσίλεως ἑρμηνεύει;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme