Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
718 ἐνθυμουμένῳ γὰρ ἐῴκει, τοῦτο δὲ ἄχαρι ἐς τὰ ἐρωτικά. οἷος μὲν δὴ οἷον καὶ ὡς σοφώτερόν τε καὶ ἀνδρειότερον ἑαυτοῦ τὸν Παλαμήδην ὁ Ὀδυσσεὺς ἀπέκτεινεν, ἱκανῶς ἐκ τούτου διδάσκει ὁ Πρωτεσίλεως, ὅθεν καὶ τὸν θρῆνον τὸν παρʼ Εὐριπίδῃ ἐπαινεῖ, ὁπότε Εὐριπίδης ἐν Παλαμήδους μέλεσιν ἐκάνετε, φησίν, ἐκάνετε τὸν πάνσοφον, ὦ Δαναοί, τὰν οὐδένʼ ἀλγύνουσαν ἀηδόνα Μουσᾶν καὶ τὰ ἐφεξῆς μᾶλλον, ἐν οἷς φησι καὶ ὅτι πεισθέντες ἀνθρώπῳ δεινῷ καὶ ἀναιδεῖ ταῦτα δράσειαν. Αἴαντα δὲ τὸν Τελαμῶνος ἐκάλουν οἱ Ἀχαιοὶ μέγαν οὐκ ἀπὸ τοῦ μεγέθους, οὐδʼ ἐπειδὴ μείων ὁ ἕτερος, ἀλλʼ ἀφʼ ὧν ἔπραττε, καὶ ἐποιοῦντο αὐτὸν ξύμβολον τοῦ πολέμου ἀγαθὸν ἐκ πατρῴου ἔργου· τὸν γὰρ Λαομέδοντα τὸν Ἡρακλέα ἀπατήσαντα μετῆλθε ξὺν Ἡρακλεῖ ὁ Τελαμὼν καὶ αὐτῷ Ἰλίῳ εἷλεν. ἔχαιρον μὲν οὖν αὐτῷ καὶ ἀόπλῳ, πελώριος γάρ τις ἦν καὶ ὑπὲρ τὴν στρατιὰν πᾶσαν καὶ φρόνημα αἴρων εὐήνιόν τε καὶ σῶφρον, ὡπλισμένου δὲ ἐξεκρέμαντο μετέωρόν τε βαίνοντος ἐπὶ τοὺς Τρῶας καὶ τὴν ἀσπίδα εὖ μεταχειριζομένου τοσαύτην οὖσαν βλέποντός τε χαροποῖς τοῖς ὀφθαλμοῖς ὑπὸ τὴν κόρυν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme