723
ἀποθανόντα δὲ ἑλχθῆναι μὲν ἀνηρτημένον τοῦ ἅρματος, ἀποδοθῆναι δέ, ὡς Ὁμήρῳ εἴρηται. Αἰνείαν δὲ μάχεσθαι μὲν τούτου ἧττον, συνέσει δὲ περιεῖναι τῶν Τρώων, ἀξιοῦσθαι δὲ τῶν αὐτῶν Ἕκτορι, τὰ δὲ τῶν θεῶν εὖ εἰδέναι, ἃ δὴ ἐπέπρωτο αὐτῷ Τροίας ἁλούσης, ἐκπλήττεσθαι δὲ ὑπʼ οὐδενὸς φόβου, τὸ γὰρ ἔννουν τε καὶ λελογισμένον ἐν αὐτοῖς μάλιστα τοῖς φοβεροῖς ἔχειν. ἐκάλουν δὲ οἱ Ἀχαιοὶ τὸν μὲν Ἕκτορα χεῖρα τῶν Τρώων, τὸν δὲ Αἰνείαν νοῦν, καὶ πλείω παρέχειν αὐτοῖς πράγματα Αἰνείαν σωφρονοῦντα ἢ μεμηνότα Ἕκτορα. ἤστην δὲ ἰσήλικές τε καὶ ἰσομήκεις. τὸ δὲ εἶδος τοῦ Αἰνείου φαιδρὸν μὲν ἧττον ἐφαίνετο, καθεστηκότι δὲ ἐῴκει μᾶλλον ἐκόμα τε ἀνεπαχθῶς, οὐ γὰρ ἤσκει τὴν κόμην οὐδὲ ὑπέκειτο αὐτῇ, ἀλλὰ μόνην τὴν ἀρετὴν ἐποιεῖτο κόσμημα. σφοδρὸν δὲ οὕτω τι ἔβλεπεν, ὥστε ἀποχρῶν εἶναί οἱ πρὸς τοὺς ἀτακτοῦντας καὶ αὐτὸ τὸ βλέψαι. Σαρπηδόνα δὲ Λυκία μὲν ἤνεγκε, Τροία δὲ ἦρεν, ἦν μὲν γὰρ κατὰ τὸν Αἰνείαν τὰς μάχας, ἦγε δὲ Λυκίους ξύμπαντας καὶ ἀρίστω ἄνδρε Γλαῦκόν τε καὶ Πάνδαρον, ἦν δὲ αὐτοῖν ὁ μὲν ὁπλιτεύειν εὐδόκιμος, ὁ δὲ Πάνδαρος τὸν Ἀπόλλω τὸν Λύκιον ἐπιστάντα οἱ μειρακίῳ ἔτι κοινωνῆσαι ἔφη τοῦ τοξεύειν, καὶ ηὔχετο ἀεὶ τῷ Ἀπόλλωνι, ὅτε τοῦ τόξου ἐπὶ μεγάλῳ ἅπτοιτο καὶ πανστρατιᾷ δὲ ὁ Πρωτεσίλεως ἀπαντῆσαί φησι τῷ Σαρπηδόνι τοὺς Τρῶας, πρὸς γὰρ τῇ ἀνδρείᾳ καὶ τῷ εἴδει θείῳ τε καὶ γενναίῳ ὄντι ἀνήρτητο τοὺς Τρῶας καὶ τῷ λόγῳ τῷ περὶ τοῦ γένους·
724
ἀπὸ Διὸς μὲν γὰρ Αἰακίδας τε ᾅδεσθαι καὶ Δαρδανίδας καὶ τοὺς Ταντάλου, τὸ δὲ αὐτοῦ Διὸς γεγονέναι μόνῳ τῶν ὑπὲρ Τροίας τε καὶ ἐπὶ Τροίαν ἐλθόντων ἐκείνῳ ὑπάρξαι, τουτὶ δὲ καὶ τὸν Ἡρακλέα μείζω ποιῆσαι καὶ θαυμασιώτερον τοῖς ἀνθρώποις. ἀποθανεῖν δέ, ὡς Ὁμήρῳ εἴρηται, καὶ εἷναι ἀμφὶ τὰ τετταράκοντα ἔτη καὶ τάφου ἐν Λυκίᾳ τυχεῖν, ἐς ὃν παρέπεμψαν οἱ Λύκιοι δεικνύντες τὸν νεκρὸν τοῖς ἔθνεσι, διʼ ὧν ἤγετο. ἐσκεύαστο δὲ ἀρώμασι καὶ ἐῴκει καθεύδοντι, ὅθεν οἱ ποιηταὶ πομπῷ φασιν αὐτὸν τῷ Ὕπνῳ χρήσασθαι.
724
ἄκουε καὶ τὰ τοῦ Ἀλεξάνδρου τοῦ Πάριδος, εἰ μὴ ἄχθῃ αὐτῷ σφόδρα.
724
ἄχθομαι μέν, οὐ χεῖρον δὲ ἀκοῦσαι.