Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
666 εὔηθες τουτί σοι, ξένε, ψυχαῖς γὰρ θείαις οὕτω καὶ μακαρίαις ἀρχὴ βίου τὸ καθαρεῦσαι τοῦ σώματος· θεούς τε γάρ, ὧν ὀπαδοί εἰσι, γιγνώσκουσι τότε οὐκ ἀγάλματα θεραπεύουσαι καὶ ὑπονοίας, ἀλλὰ ξυνουσίας φανερὰς πρὸς αὐτοὺς ποιούμεναι, τά τε τῶν ἀνθρώπων ὁρῶσιν ἐλεύθεραι νόσων τε καὶ σώματος, ὅτε δὴ καὶ μαντικῆς σοφίας ἐμφοροῦνται καὶ τὸ χρησμῶδες αὐταῖς ἐμβακχεύει.
667 τὰ γοῦν Ὁμήρου ποιήματα τίνα φήσεις οὕτως ἀνεγνωκέναι τῶν σφόδρα βασανιζόντων ὅμηρον, ὡς ἀνέγνωκέ τε ὁ Πρωτεσίλεως καὶ διορᾷ αὐτά; καίτοι, ξένε, πρὸ Πριάμου καὶ Τροίας οὐδὲ ῥαψῳδία τις ἦν, οὐδὲ ᾔδετο τὰ μήπω πραχθέντα, ποιητικὴ μὲν γὰρ ἦν περί τε τὰ μαντεῖα περί τε τὸν Ἀλκμήνης Ἡρακλέα, καθισταμένη τε ἄρτι καὶ οὔπω ἡβάσκουσα, Ὅμηρος δὲ οὔπω ᾖδεν, ἀλλʼ οἱ μὲν Τροίας ἁλούσης, οἱ δὲ ὀλίγαις, οἱ δʼ ὀκτὼ γενεαῖς ὕστερον ἐπιθέσθαι αὐτὸν τῇ ποιήσει λέγουσιν. ἀλλʼ ὅμως οἶδεν ὁ Πρωτεσίλεως τὰ Ὁμήρου πάντα, καὶ πολλὰ μὲν ᾅδει Τρωικὰ μεθʼ ἑαυτὸν γενόμενα, πολλὰ δὲ Ἑλληνικά τε καὶ Μηδικά, τήν τε γοῦν στρατείαν τὴν Ξέρξου τρίτην ὀνομάζει φθορὰν ἀνθρώπων μετὰ τὴν ἐπὶ Δευκαλίωνός τε καὶ Φαέθοντος ξυμβᾶσαν, ἐπειδὴ πλεῖστα ἔθνη ἐν αὐτῇ ἐφθάρη.
667 κέρας Ἀμαλθείας ἐμπλήσεις, ἀμπελουργέ, τοσαῦτα εἰδότος τοῦ ἑταίρου. ὑγιῶς γάρ που ἀπαγγελεῖς αὐτὰ καὶ ὡς ἤκουσας.
667 νὴ Δίʼ, ἢ ἀδικοίην ʽἂνʼ φιλόσοφόν τε καὶ φιλαλήθη ἥρωα μὴ τιμῶν ἀλήθειαν, ἣν ἐκεῖνος μητέρα ἀρετῆς ὀνομάζειν εἴωθεν.
667 δοκῶ μοι καὶ κατʼ ἀρχὰς τῶν λόγων ὡμολογηκέναι πρὸς σὲ τὸ ἐμαυτοῦ πάθος· φημὶ γὰρ ἀπίστως διακεῖσθαι πρὸς τὰ μυθώδη. τὸ δὲ αἴτιον· οὐδενί πω ἑωρακότι αὐτὰ ξυγγέγονα, ἀλλʼ ὁ μὲν ἑτέρου ἀκηκοέναι φησίν, ὁ δὲ οἴεσθαι, τὸν δὲ ποιητὴς ἐπαίρει. καὶ τὰ λεγόμενα δὲ περὶ τοῦ μεγέθους τῶν ἡρώων, ὡς δεκαπήχεις ἦσαν, χαρίεντα μὲν κατὰ μυθολογίαν ἡγοῦμαι,
668 ψευδῆ δὲ καὶ ἀπίθανα τῷ γε θεωροῦντι αὐτὰ πρὸς τὴν φύσιν, ἧς μέτρα οἱ νῦν ἄνθρωποι.
668 ταυτὶ δὲ ἡγεῖσθαι ἀπίθανα πότε ἤρξω;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme