Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
725 περιεσκόπει δὲ τὰ ὅπλα. δορὰς δὲ παρδάλεων ἐνῆπτο τοῖς ὤμοις, αὐχμὸν δὲ προσιζάνειν ταῖς κόμαις οὐδὲ ὁπότε μάχοιτο, ἠνείχετο, ἔστιλβε δὲ καὶ τοὺς ὄνυχας τῶν χειρῶν, καὶ ὑπόγρυπος ἦν καὶ λευκὸς καὶ τὸ ὄμμα ἐγέγραπτο, ἡ δὲ ἑτέρα ὀφρὺς ὑπερῆρε τοῦ ὄμματος. Ἕλενος δὲ καὶ Δηίφοβος καὶ Πολυδάμας ξυνέβαινον μὲν ἀλλήλοις τὰς μάχας καὶ ταὐτὸν ἐφέροντο τῆς ῥώμης, εὐδόκιμοι δὲ τὰς ξυμβουλίας ἦσαν, ὁ δὲ Ἕλενος καὶ μαντικῆς ἥπτετο ἴσα τῷ Κάλχαντι. περὶ δὲ Εὐφόρβου τοῦ Πάνθου καὶ ὡς γένοιτό τις ἐν Τροίᾳ Εὔφορβος καὶ ἀποθάνοι ὑπὸ τοῦ Μενέλεω, τὸν Πυθαγόρου, οἶμαι, τοῦ Σαμίου λόγον ἤκουσας· ἔλεγε γὰρ δὴ ὁ Πυθαγόρας Εὔφορβος γεγονέναι μεταφῦναί τε Ἴων μὲν ἐκ Τρωός, σοφὸς δὲ ἐκ πολεμικοῦ, κεκολασμένος δὲ ἐκ τρυφῶντος, τήν τε κόμην, ἣν σοφὸς γενόμενος ἐκόσμει τῷ αὐχμῷ, χρυσῆν ἐν Τροίᾳ ἐποιεῖτο, ὁπότʼ ἦν Εὔφορβος. ὁ δὲ Πρωτεσίλεως τὸν Εὔφορβον ἥλικα ἑαυτοῦ ἡγεῖται καὶ ἐλεεῖ καὶ ὁμολογεῖ τὸν Πάτροκλον ὑπʼ αὐτοῦ τρωθέντα παραδοθῆναι τῷ Ἕκτορι, εἰ δὲ ἐς ἄνδρας ἦλθεν, οὐδὲν ἄν φησιν αὐτὸν κακίω νομισθῆναι τοῦ Ἕκτορος. τὴν μέν γε ὥραν αὐτοῦ καὶ τοὺς Ἀχαιούς φησι θέλγειν· ἐοικέναι γὰρ αὐτὸν ἀγάλματι, ὁπότε μάλιστα ἑαυτοῦ ὁ Ἀπόλλων ἀκερσεκόμης τε καὶ ἁβρὸς φαίνοιτο. ταῦτα, ξένε, περὶ τῶν Τρώων δίεισιν ὁ θεῖός τε καὶ ἀγαθὸς ἥρως. λοιπὸν δʼ ἡμῖν ἴσως τὸν τοῦ Ἀχιλλέως ἀποτελέσαι λόγον, εἰ μὴ ἀπείρηκας πρὸς τὸ μῆκος.
725 εἰ οἱ τοῦ λωτοῦ παρʼ Ὁμήρῳ φαγόντες, ὦ ἀμπελουργέ, προθύμως οὕτως προσέκειντο τῇ πόᾳ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme