Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
731 τί οὖν δὴ ὁ Πρωτεσίλεως, ἀμπελουργέ, περὶ τούτων οἶδεν;
731 πιθανώτερα, ξένε, καὶ ἀληθέστερα· φησὶ γὰρ Θησέα ἐξ Ἀθηνῶν φεύγοντα ἐπὶ τῇ ἀρᾷ τῇ ἐς τὸν υἱὸν ἀποθανεῖν ὑπὸ Λυκομήδους ἐν Σκύρῳ, Θησεῖ δὲ ξένον ὄντα τὸν Πηλέα καὶ κοινωνὸν τοῦ Καλυδωνίου ἔργου στεῖλαι τὸν Ἀχιλλέα ἐς τὴν Σκῦρον τιμωρὸν τῷ Θησεῖ, τὸν δὲ ἐκπλεύσαντα ὁμοῦ τῷ Φοίνικι μόνα ὑπὸ γήρως τὰ ξυμβουλευτικὰ εἰδότι κατασεῖσαι τὴν Σκῦρον ἐκ προσβολῆς μετέωρον οὖσαν καὶ ἀνῳκισμένην ἐπʼ ὄχθου πετραίου, τὸν Λυκομήδην δὲ σχεῖν μέν, οὐ μὴν ἀποκτεῖναι, ἀλλʼ ἐρέσθαι, τί παθὼν ἄνδρα ἑαυτοῦ βελτίω φεύγοντα ἀπέκτεινεν, εἰπόντα δὲ ὅτι ἐπʼ ἀδίκοις, ὦ Ἀχιλλεῦ, ἥκοντα καὶ πειρῶντα τὴν ἀρχὴν τὴν ἐμήν, ἀφῆκεν ὡς ἐν δίκῃ ἀποκτείναντα καὶ ἀπολογήσεσθαι ὑπὲρ αὐτοῦ ἔφη πρὸς τὸν Πηλέα, Δηιδάμειαν δὲ θυγατέρα τοῦ Λυκομήδους ἔγημε καὶ γίγνεται αὐτοῖς Νεοπτόλεμος ὀνομασθεὶς τοῦτο διὰ νεότητα τοῦ Ἀχιλλέως,
732 καθʼ ἣν ἐς τὸ πολεμεῖν ὥρμησεν. ἐνταῦθα τῷ Ἀχιλλεῖ διαιτωμένῳ παρεγίγνετο ἡ Θέτις καὶ ἐθεράπευε τὸν υἱόν, ὥσπερ αἱ θνηταὶ τῶν μητέρων, ξυλλεγομένου δὲ ἐς τὴν Αὐλίδα τοῦ στρατοῦ διεπόρθμευσεν αὐτὸν ἐς τὴν Φθίαν διὰ τὰ ἐπʼ αὐτῷ κεκλωσμένα τὸν Πηλέα ποιουμένη κύριον τοῦ παιδός, λέγεται δὲ καὶ ὅπλα ἐκποιῆσαι αὐτῷ, οἷα μήπω τις ἤνεγκε, ξὺν οἷς ἐς τὴν Αὐλίδα ἀφικόμενος ἐλπίδος τε ὑπέπλησε τὸν στρατὸν θεοῦ τε οὕτω τι ἐνομίσθη παῖς, ὡς θύειν αὐτοὺς τῇ Θέτιδι ἐπὶ θαλάττῃ καὶ προσκυνεῖν τὸν Ἀχιλλέα ᾅττοντα ἐν τοῖς ὅπλοις. ἠρόμην τὸν Πρωτεσίλεων καὶ περὶ τῆς μελίας, ὅ τι ἦν τὸ περὶ αὐτὴν θαῦμα, καί φησι μῆκος μὲν εἶναι τῇ μελίᾳ, ὃ μὴ ἄλλῃ αἰχμῇ, εὐθὺ δὲ τὸ ξύλον καὶ οὕτω τι ἐρρωμένον, ὡς μὴ ἂν κλασθῆναι, τὸ δὲ στόμα τῆς αἰχμῆς ἀδάμαντός τε εἶναι καὶ παντὸς διεκπαίειν, τὸν δὲ στύρακα ἐκ τοῦ ἐπὶ θάτερα ὀρειχάλκου ἐμβεβλῆσθαι, ἵνα πᾶσα δὴ ἀστράπτουσα ἐμπίπτοι.
732 τὰ δὲ ὅπλα, ὦ ἀμπελουργέ, πῶς φησιν αὐτῷ κεκοσμῆσθαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme