Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
742 βαῖνε πρὸς αἰπὺν τόνδε κολωνὸν μετʼ Ἀχιλλέως ἔμπυρα... βαῖνʼ ἀδάκρυτος μετὰ Θεσσαλίας, Θέτι κυανέα, Θέτι Πηλεία. προσελθόντων δὲ τῷ σήματι μετὰ τὸν ὕμνον ἀσπὶς μὲν ὥσπερ ἐν πολέμῳ ἐδουπεῖτο, δρόμοις δὲ ἐρρυθμισμένοις συνηλάλαζον ἀνακαλοῦντες τὸν Ἀχιλλέα, στεφανώσαντες δὲ τὴν κορυφὴν τοῦ κολωνοῦ καὶ βόθρους ἐπʼ αὐτῇ ὀρύξαντες τὸν ταῦρον τὸν μέλανα ὡς τεθνεῶτι ἔσφαττον. ἐκάλουν δὲ καὶ τὸν Πάτροκλον ἐπὶ τὴν δαῖτα, ὡς καὶ τοῦτο ἐς χάριν τῷ Ἀχιλλεῖ πράττοντες, ἐντεμόντες δὲ καὶ ἐναγίσαντες κατέβαινον ἐπὶ τὴν ναῦν ἤδη καὶ θύσαντες ἐπὶ τοῦ αἰγιαλοῦ τὸν ἕτερον τῶν ταύρων Ἀχιλλεῖ πάλιν κανοῦ τε ἐναρξάμενοι καὶ σπλάγχνων ἐπʼ ἐκείνῃ τῇ θυσίᾳ — ἔθυον γὰρ τὴν θυσίαν ταύτην ὡς θεῷ — περὶ ὄρθρον ἀπέπλεον ἀπάγοντες τὸ ἱερεῖον, ὡς μὴ ἐν τῇ πολεμίᾳ εὐωχοῖντο. ταῦτα, ξένε, τὰ οὕτω σεμνὰ καὶ ἀρχαῖα καταλυθῆναι μὲν ὑπὸ τῶν τυράννων φασίν, οἳ λέγονται μετὰ τοὺς Αἰακίδας ἄρξαι Θετταλῶν, ἀμεληθῆναι δὲ καὶ ὑπὸ τῆς Θετταλίας· αἱ μὲν γὰρ ἔπεμπον τῶν πόλεων, αἱ δʼ οὐκ ἠξίουν, αἱ δὲ ἐς νέωτα πέμψειν ἔφασαν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme