Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
669 καὶ τὸν ἐν τῷ χαλκῷ ἵππῳ τῷ Λυδίῳ, ὃς κατωρώρυκτο μὲν ἐν Λυδίᾳ πρὸ Γύγου ἔτι, σεισμῷ δὲ τῆς γῆς διασχούσης θαῦμα τοῖς περὶ Λυδίαν ὤφθη ποιμέσιν, οἷς ἅμα ὁ Γύγης ἐθήτευσεν. ἐς γὰρ κοῖλον τὸν ἵππον θυρίδας ἐν ἑκατέρᾳ πλευρᾷ ἔχοντα νεκρὸς ἀπέκειτο μείζων ἢ ἀνθρώπου δόξαι. εἰ δὲ ταῦτα οἷα ἀπιστεῖσθαι διὰ τὸν χρόνον, ἀλλὰ τοῖς γε ἐφʼ ἡμῶν οὐκ οἶδʼ ὅ τι ἀντερεῖς. Ἀρυάδην γάρ, ὃν οἱ μὲν Αἰθίοπα, οἱ δὲ Ἰνδὸν ἔφασαν, τριακοντάπηχυν ἐν τῇ Ἀσσυρίων γῇ κείμενον οὐ πάλαι ἀνέφηνεν ἡ τοῦ Ὀρόντου ποταμοῦ ὄχθη σχισθεῖσα, τουτὶ δὲ τὸ Σίγειον πρὸ πεντήκοντα οὔπω ἐτῶν ἐν προβολῇ τοῦ ἀκρωτηρίου σῶμα ἀνέδειξε γίγαντος, ὃν αὐτὸς Ἀπόλλων ἀπεκτονέναι φησὶν ὑπὲρ Τροίας αὐτῷ μαχόμενον, καὶ εἶδον, ξένε, πλεύσας ἐς τὸ Σίγειον αὐτό τε τὸ πάθος τῆς γῆς καὶ τὸν γίγαντα, ὅσος ἦν. ἔπλεον δὲ καὶ Ἑλλησποντίων πολλοὶ καὶ Ἰώνων καὶ νησιῶται πάντες καὶ τὸ Αἰολικὸν ἅπαν, ἐπὶ γὰρ μῆνας δύο μέγας ἐν μεγάλῳ ἀκρωτηρίῳ προὔκειτο παρέχων ἄλλον ἄλλῳ λόγον οὔπω δηλοῦντος αὐτὸν τοῦ χρησμοῦ.
669 εἴποις ἂν οὖν ἔτι, ἀμπελουργέ, περί τε μεγέθους αὐτοῦ περί τε ὀστῶν ἁρμονίας περί τε τῶν λεγομένων ὄφεων ξυμπεφυκέναι τοῖς γίγασιν, οὓς ὑπογράφουσιν οἱ ζωγράφοι τῷ Ἐγκελάδῳ καὶ τοῖς ἀμφʼ αὐτόν;
669 εἰ μὲν τερατώδεις ἐγένοντο ἐκεῖνοι, ξένε, καὶ ξυμβεβλημένοι θηρίοις, οὐκ οἶδα, ὁ δὲ ἐν τῷ Σιγείῳ δύο μὲν καὶ εἴκοσι πήχεις ἐπεῖχεν, ἔκειτο δὲ ἐν πετρώδει σήραγγι, τὴν κεφαλὴν μὲν πρὸς τὴν ἤπειρον ἔχων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme