Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
745 ἐκεῖ, ξένε, καὶ λέγει περὶ αὐτῆς τοιαῦτα, ὡς νῆσος μὲν εἴη μία τῶν ἐν τῷ Πόντῳ πρὸς τῇ ἀξένῳ πλευρᾷ μᾶλλον, ἣν τίθενται ἀριστερὰν οἱ τὸ στόμα τοῦ Πόντου ἐσπλέοντες, ἐπέχοι δὲ στάδια μῆκος μὲν τριάκοντα, εὖρος δὲ οὐ πλείω τεττάρων, δένδρα τε ἐν αὐτῇ πεφύκοι λεῦκαί τε καὶ πτελέαι, τὰ μὲν ἄλλα ὡς ἔτυχε, τὰ δὲ περὶ τὸ ἱερὸν ἐν κόσμῳ ἤδη. τὸ δὲ ἱερὸν ἵδρυται μὲν πρὸς τῇ Μαιώτιδι — ἡ δὲ ἴση τῷ Πόντῳ ἐς αὐτὸν βάλλει — τὰ δὲ ἐν αὐτῷ ἀγάλματα Ἀχιλλεύς τε καὶ Ἑλένη ὑπὸ Μοιρῶν ξυναρμοσθέντες. κειμένου γὰρ δὴ ἐν ὀφθαλμοῖς τοῦ ἐρᾶν καὶ ποιητῶν τὸν ἔρωτα ἀπὸ τούτου ᾀδόντων πρῶτοι Ἀχιλλεύς τε καὶ Ἑλένη μηδὲ ὀφθέντες ἀλλήλοις, ἀλλʼ ἡ μὲν κατʼ Αἴγυπτον, ὁ δὲ ἐν Ἰλίῳ ὄντες ἐρᾶν ἀλλήλων ὥρμησαν γένεσιν ἱμέρου σώματος ὦτα εὑρόντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme