Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
748 ἐπανίωμεν, ὦ ξένε· τὰ μὲν γὰρ ᾅσματα τὰ ἐν αὐτῇ τοιαῦτα, καὶ ἡ φωνὴ δὲ, ἣν ᾅδουσι, θεῖά τε ἠχεῖ καὶ λαμπρά· διήκει γοῦν τοσαύτη ἐς τὸ πέλαγος, ὡς φρίκην ἀνίστασθαι τοῖς ναύταις ὑπὸ ἐκπλήξεως. φασὶ δʼ οἱ προσορμισάμενοι καὶ κτύπου ἀκούειν ἵππων καὶ ἤχου ὅπλων καὶ βοῆς, οἷον ἐν πολέμῳ ἀναφθέγγονται. εἰ δʼ ὁρμισαμένων ἐς τὰ βόρεια ἢ τὰ νότια τῆς νῆσου μέλλοι τις ἄνεμος ἐναντίος τῷ ὅρμῳ πνεῖν, κηρύττει ὁ Ἀχιλλεὺς κατὰ πρύμναν τοῦτο καὶ κελεύει μεθορμισαμένους ἐκστῆναι τῷ ἀνέμῳ. πολλοὶ δὲ καὶ τῶν ἐκπλεόντων τοῦ Πόντου προσπλέουσί τέ μοι καὶ ἀπαγγέλλουσι ταῦτα, καὶ νὴ Δίʼ , ὡς, ἐπειδὰν προίδωσι τὴν νῆσον ἅτε ἐν ἀπείρῳ πελάγει ἐμφερόμενοι περιβάλλουσί τε ἀλλήλους καὶ ἐς δάκρυα ὑφʼ ἡδονῆς ἔρχονται, καταπλεύσαντες δὲ καὶ τὴν γῆν ἀσπασάμενοι βαδίζουσιν ἐπὶ τὸ ἱερὸν προσευξόμενοί τε τῷ Ἀχιλλεῖ καὶ θύσοντες. τὸ δὲ ἱερεῖον αὐτόματον τῷ βωμῷ προσέστηκε κατὰ τὴν ναῦν τε καὶ τοὺς ἐμπλέοντας. τὸ μὲν δὴ περὶ τὴν κάλπιν τὴν χρυσῆν τὴν ἐν Χίῳ ποτὲ φανεῖσαν τῇ νήσῳ εἴρηται, ξένε, σοφοῖς ἀνδράσι καὶ τί ἄν τις ἀριζήλως εἰρημένων αὖθις ἅπτοιτο; ἐμπόρῳ δὲ λέγεται θαμίζοντί ποτε ἐς τὴν νῆσον φαίνεσθαι μὲν ὁ Ἀχιλλεὺς αὐτός, διηγεῖσθαι δὲ αὐτῷ τὰ ἐν Τροίᾳ, ξενίσαι δʼ αὐτὸν καὶ ποτῷ κελεῦσαί τε ἐκπλεύσαντα ἐς Ἴλιον ἀναγαγεῖν οἱ κόρην Τρωάδα, τὴν δεῖνα εἰπὼν δουλεύουσαν τῷ δεῖνι ἐν Ἰλίῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme