670
τοὺς δὲ πόδας συναπολήγων τῷ ἀκρωτηρίῳ, δρακόντων δὲ οὐδὲν σημεῖον περὶ αὐτὸν ἑωρῶμεν, οὐδὲ ἔστιν, ὅ τι τῶν ὀστῶν παρήλλαττεν ἀνθρώπου. καὶ μὴν καὶ Ὕμναιος ὁ Πεπαρήθιος ἐπιτηδείως μοι ἔχων ἔπεμψέ τινα τῶν ἑαυτοῦ υἱέων πρὸ ἐτῶν ἐνταῦθα τεττάρων ἐρησόμενον διʼ ἐμοῦ τὸν Πρωτεσίλεων περὶ ὁμοίου θαύματος· ἐν Κῷ γὰρ τῇ νήσῳ, κέκτηται δὲ αὐτὴν μόνος, ἔτυχε μὲν ὀρύττων ἀμπέλους, ἡ γῆ δὲ ὑπήχησε τοῖς ὀρύττουσιν οἷον κενή. διανοίξαντες οὖν δωδεκάπηχυς μὲν ὁ νεκρὸς ἔκειτο, τὸ δέ γε κράνιον ᾤκει δράκων. ὁ μὲν δὴ νεανίας ἀφίκετο ἐπερησόμενος ἡμᾶς, ὅ τι χρὴ ἐπʼ αὐτῷ πράττειν, ὁ δὲ Πρωτεσίλεως τὸν ξένον ἔφη συγκαλύπτωμεν κελεύων δήπου ἐπιθάπτειν τὸν νεκρὸν καὶ μὴ γυμνοῦν ἑκόντας. εἶπε δὲ καὶ ὡς γίγας εἴη τῶν βεβλημένων. ὁ δὲ ἐν Λήμνῳ φανείς, ὃν Μενεκράτης ὁ Στειριεὺς εὗρε, μέγιστός τε ἦν καὶ εἶδον αὐτὸν πέρυσιν ἐξ Ἴμβρου πλεύσας, διʼ ὀλίγου γὰρ ἦν ἐς τὴν Λῆμνον. τὰ μὲν οὖν ὀστᾶ οὐκέτι ἐν κόσμῳ ἑωρᾶτο, καὶ γὰρ οἱ σπόνδυλοι ἀπʼ ἀλλήλων ἔκειντο σεισμοῖς, οἶμαι, διενεχθέντες, καὶ τὰ πλευρὰ ἐξήρμοστο τῶν σπονδύλων, ἐνθυμουμένῳ δὲ αὐτὰ ὁμοῦ τε καὶ κατὰ ἕν, φρικῶδες ἐδόκει τὸ μέγεθος καὶ οὐ ῥᾴδιον ἀνατυποῦσθαι. τὸ γοῦν κράνιον ἐμφορησάντων ἡμῶν ἐς αὐτὸ οἶνον οὐδὲ ὑπὸ δυεῖν ἀμφορέοιν ἐνεπλήσθη τῶν ἐκ Κρήτης. ἔστι δέ τι κατὰ νότον ἄνεμον ἀκρωτήριον τῆς Ἴμβρου, Ναύλοχος, ᾧ πηγὴ ὑφώρμισται τὰ μὲν ἄρσενα τῶν ζῴων εὐνούχους ἐργαζομένη, τὰ δὲ θηλέα οὕτω μεθύσκουσα, ὡς καθεύδειν αὐτά. τρύφος οὖν ἐνταῦθα τῆς γῆς ἀπορραγὲν συνεπέσπαστο σῶμα μεγίστου γίγαντος· κἂν ἀπιστῇς, πλεύσωμεν· πρόκειται γὰρ γυμνὸς ἔτι καὶ ὁ ἐς Ναύλοχον πλοῦς βραχύς.
670
ἐβουλόμην μὲν ἂν καὶ ὑπὲρ τὸν Ὠκεανὸν ἐλθεῖν, ἀμπελουργέ, θαῦμα εἴ που τοιοῦτον εὕροιμι,
671
ἡ δὲ ἐμπορία οὐ ξυγχωρεῖ τοσοῦτον ἀποφοιτᾶν ἑαυτῆς, ἀλλὰ δεῖ προσδεδέσθαι τῇ νηί, καθάπερ τὸν Ὀδυσσέα, εἰ δὲ μή, καὶ τὰ ἐκ πρῴρας, φασί, καὶ τὰ ἐκ πρύμνης ἀπολεῖται.