Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
660 Ἴων εἶ, ξένε, ἢ πόθεν;
660 Φοῖνιξ, ἀμπελουργέ, τῶν περὶ Σιδῶνα καὶ Τύρον. τὸ δὲ Ἰωνικὸν τῆς στολῆς ἐπιχώριον ἤδη καὶ ἡμῖν τοῖς ἐκ Φοινίκης.
660 πόθεν οὖν μετεσκεύασθε;
660 Σύβαρις Ἰωνικὴ τὴν Φοινίκην κατέσχεν ὁμοῦ πᾶσαν, καὶ γραφὴν ἐκεῖ ἄν τις, οἶμαι, φύγοι μὴ τρυφῶν.
660 βαδίζεις δὲ ποῖ μετέωρός τε καὶ ὑπὲρ πάντα τὰ ἐν ποσίν;
660 συμβόλου καὶ φήμης, ἀμπελουργέ, δέομαι περὶ εὐπλοίας, φασὶ γὰρ ἡμᾶς ἀφήσειν ἐς τὸν Αἰγαῖον αὐτόν· δεινὴ δέ, οἶμαι, ἡ θάλαττα καὶ οὐ ῥᾳδία πλεῦσαι. βαδίζω δὲ τὴν ἐναντίαν ὁδὸν τῷ ἀνέμῳ· καὶ γὰρ ὑπὲρ εὐπλοίας πρὸς τουτονὶ τὸν σκοπὸν θεωροῦσι Φοίνικες.
660 σοφοί γε, ὦ ξένε, τὰ ναυτικὰ ὄντες· ὑμεῖς γάρ που καὶ τὴν ἑτέραν ἄρκτον ἐνεσημήνασθε τῷ οὐρανῷ καὶ πρὸς αὐτὴν πλεῖτε. ὥσπερ δὲ τὰς ναυτιλίας τιλίας ἐπαινεῖσθε, οὕτω τὰς ἐμπορίας διαβέβλησθε ὡς φιλοχρήματοί τε καὶ τρῶκται.
660 σὺ δὲ οὐ φιλοχρήματος, ἀμπελουργέ, ζῶν ἐν ταύταις ταῖς ἀμπέλοις καὶ ζητῶν ἴσως ὅστις μὲν ὀπωριεῖ καταβαλών σοι δραχμὴν τῶν βοτρύων,
661 ὅτῳ δὲ ἀποδώσῃ τὸ γλεῦκος ἢ ὅτῳ τὸν ἀνθοσμίαν; ὅν, οἶμαι, καὶ κατορωρυγμένον φῂς ἔχειν ὥσπερ ὁ Μάρων.
661 ξένε Φοῖνιξ, εἰ μὲν εἰσί που τῆς γῆς Κύκλωπες, οὓς λέγεται ἡ γῆ ἀργοὺς βόσκειν φυτεύοντας οὐδέν, οὐδὲ σπείροντας, ἀφύλακτα μὲν τὰ φυόμενα εἴη ἄν, καίτοι Δήμητρός γε καὶ Διονύσου ὄντα, πωλοῖτο δʼ ἂν οὐδὲν ἐκ τῆς γῆς, ἀλλʼ ἄτιμά τε καὶ κοινὰ φύοιτʼ ἄν, ὥσπερ ἐν Συῶν ἀγορᾷ· σπείρειν δὲ ὅπου χρὴ καὶ ἀροῦν καὶ φυτεύειν καὶ ἄλλο ἐπʼ ἄλλῳ ποιεῖν προσκείμενον τῇ γῇ ὑποκείμενον ταῖς ὥραις, ἐνταῦθα πωλεῖν τε χρὴ καὶ ὠνεῖσθαι. δεῖ γὰρ καὶ γεωργίᾳ χρημάτων, καὶ ἄνευ τούτων οὔτε ἀρότην θρέψεις οὔτε ἀμπελουργὸν οὔτε βουκόλον οὔτε αἰπόλον, οὐδὲ κρατὴρ ἔσται σοι πιεῖν ἢ σπεῖσαι, καὶ γὰρ τὸ ἥδιστον τῶν ἐν γεωργίᾳ, τὸ τρυγᾶν ἀμπέλους, μισθοῦ χρὴ πράττειν, εἰ δὲ μή, ἄοινοί τε καὶ ἀργοὶ ἑστήξουσιν, ὥσπερ γεγραμμέναι. ταυτὶ μὲν οὖν, ὦ ξένε, ὑπὲρ παντὸς εἴρηκα τοῦ τῶν γεωργῶν κύκλου, τοὐμὸν δὲ πολλῷ ἐπιεικέστερον· οὐ γὰρ ξυμβάλλω ἐμπόροις, οὐδὲ τὴν δραχμὴν ὅ τι ἐστί, γιγνώσκω, ἀλλὰ βοῦν σίτου καὶ οἴνου τράγον καὶ τοιαῦτα τοιούτων ἢ ὠνοῦμαι ἢ αὐτὸς ἀποδίδομαι σμικρὰ εἰπών τε καὶ ἀκούσας.
1 / 88 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme