work
δίειμι βουλομένοις, οὐ γὰρ οἶδʼ , ὅ τι χαριζοίμην ἂν μᾶλλον τοῖς γε ἀφιγμένοις ἐς ἀηδὲς οὕτω φροντιστήριον ἐπὶ τῷ σπουδάζειν· Νέρωνα τοίνυν ἐς Ἀχαίαν ᾠδαὶ ἦγον καὶ τὸ σφόδρα ἑαυτὸν πεπεικέναι μηδʼ ἂν τὰς Μούσας ἀναβάλλεσθαι ἥδιον, ἐβούλετο δὲ καὶ τὰ Ὀλύμπια τὸν γυμνικώτατον τῶν ἀγώνων στεφανοῦσθαι ᾅδων. τὰ γὰρ Πύθια, τούτων μὲν ἑαυτῷ μετεῖναι μᾶλλον ἢ τῷ Ἀπόλλωνι, μηδὲ γὰρ ἂν μηδʼ ἐκεῖνον ἐναντίαν αὑτῷ κιθάραν τε καὶ ᾠδὴν θέσθαι. ὁ δʼ Ἰσθμὸς οὐ τῶν ἄποθεν αὐτῷ βεβουλευμένων, ἀλλʼ ἐντυχὼν τῇ φύσει τοῦ τόπου μεγαλουργίας ἠράσθη τόν τε βασιλέα τῶν ἐπὶ τὴν Τροίαν ποτὲ Ἀχαιῶν ἐνθυμηθείς, ὡς τὴν Εὔβοιαν τῆς Βοιωτίας ἀπέτεμεν Εὐρίπῳ τῷ περὶ τὴν Χαλκίδα, ἔτι γε μὴν καὶ τὸν Δαρεῖον, ὡς ὁ Βόσπορος ἐγεφυρώθη αὐτῷ ἐπὶ τοὺς Σκύθας, τὰ δὲ Ξέρξου καὶ πρὸ τούτων ἴσως ἐνενόησε μέγιστα τῶν μεγαλουργιῶν ὄντα, καὶ πρὸς τούτοις τῷ διʼ ὀλίγου ἀλλήλοις ἐπιμῖξαι πάντας ἡγήσατο τὴν Ἑλλάδα λαμπρῶς ἑστιᾶσθαι τοῖς ἔξωθεν· αἱ γὰρ τύραννοι φύσεις μεθύουσι μέν, ψαύουσι δέ πη... καὶ ἀκοῦσαι τοῦτο φθέγμα. προελθὼν δὲ τῆς σκηνῆς ὕμνον μὲν Ἀμφιτρίτης τε καὶ Ποσειδῶνος ᾖσε καὶ ᾆσμα οὐ μέγα Μελικέρτῃ τε καὶ Λευκοθέᾳ, ὀρέξαντος δʼ αὐτῷ χρυσῆν δίκελλαν τοῦ τὴν Ἑλλάδα ἐπιτροπεύσαντος ἐπὶ τὴν ὀρυχὴν ᾖξε κροτούμενός τε καὶ ᾀδόμενος καὶ καθικόμενος τῆς γῆς τρίς, οἶμαι, τοῖς τε τὴν ἀρχὴν πεπιστευμένοις παρακελευσάμενος ξυντόνως ἅπτεσθαι τοῦ ἔργου ἀνῄει ἐς τὴν Κόρινθον τὰ Ἡρακλέους δοκῶν ὑπερβεβλῆσθαι πάντα. οἱ μὲν δὴ ἐκ τῶν δεσμωτηρίων τὰ πετρώδη τε καὶ δύσεργα ἐξεπόνουν, ἡ στρατιὰ δὲ τὰ γεώδη τε καὶ ἐπίπεδα· ἑβδόμην δέ που καὶ πέμπτην ἡμέραν προσεζευγμένων ἡμῶν τῷ Ἰσθμῷ κατέβη τις ἐκ Κορίνθου λόγος οὔπω σαφὴς ὡς δὴ τοῦ Νέρωνος μετεγνωκότος τὴν τομήν. ἔφασαν δὲ τοὺς Αἰγυπτίους γεωμετροῦντας τῆς ἑκατέρας θαλάττης τὰς φύσεις οὐκ ἰσοπέδοις αὐταῖς ἐντυχεῖν, ἀλλʼ ὑψηλοτέραν ἡγουμένους τὴν ἐκ τοῦ Λεχαίου περὶ τῇ Αἰγίνῃ δεδοικέναι, πελάγους γὰρ τοσούτου νήσῳ ἐπιχυθέντος κἂν ὑποβρύχιον ἀπενεχθῆναι τὴν Αἴγιναν. Νέρωνα δὲ τῆς μὲν τοῦ Ἰσθμοῦ τομῆς οὐδʼ ἂν Θαλῆς μετέστησεν ὁ σοφώτατός τε καὶ φυσικώτατος, τοῦ γὰρ τεμεῖν αὐτὸν ἤρα μᾶλλον ἢ τοῦ δημοσίᾳ ᾅδειν, ἡ δὲ τῶν ἑσπερίων ἐθνῶν κίνησις καὶ ὁ ὕπατος ὁ τῶν ἐκείνῃ νῦν ἁπτόμενος, ὄνομα δὲ αὐτῷ Βίνδιξ, ἀπήγαγεν Ἑλλάδος τε καὶ τοῦ Ἰσθμοῦ Νέρωνα ψυχρῶς γεωμετρήσαντα· τὰς γὰρ θαλάττας ἰσογαίους τε καὶ ἰσοπέδους οἶδα. φασὶ δὲ αὐτῷ καὶ τὰ ἐπὶ τῆς Ῥώμης ὀλισθάνειν ἤδη καὶ ὑποδιδόναι. τουτὶ καὶ αὐτοὶ χθὲς ἠκούσατε τοῦ προσπλεύσαντος χιλιάρχου.