Thesauros Literature biography Νέρων

Νέρων

Νέρων Philostratus the Athenian 2nd/3rd cent
work ἡ φωνὴ δέ, Μουσώνιε, διʼ ἣν μουσομανεῖ καὶ τῶν Ὀλυμπιάδων τε καὶ Πυθιάδων ἐρᾷ, πῶς ἔχει τῷ τυράννῳ; τῶν γὰρ Λήμνῳ προσπλεόντων οἱ μὲν ἐθαύμαζον, οἱ δὲ κατεγέλων.
work Ἀλλʼ ἐκεῖνός γε, ὦ Μενέκρατες, οὔτε θαυμασίως ἔχει τοῦ φθέγματος, οὔτʼ αὖ γελοίως, ἡ γὰρ φύσις αὐτὸν ἀμέμπτως τε καὶ μέσως ἥρμοκε· φθέγγεται δὲ κοῖλον μὲν φύσει καὶ βαρὺ ἐγκειμένης αὐτῷ τῆς φάρυγγος, μέλη δʼ οὕτω κατεσκευασμένης βομβώδη πως ʽἠχεἶ, οἱ δέ γε τόνοι τῶν φθόγγων ἐπιλεαίνουσι τοῦτο, ἐπεὶ μὴ θαρρεῖ μὲν δὴ ἑαυτῷ, χρωμάτων δὲ φιλανθρωπίᾳ καὶ μελοποιίᾳ εὐαγώγῳ μὲν δὴ καὶ κιθαρῳδίᾳ εὐσταλεῖ καὶ τῷ, οὗ καιρός, βαδίσαι καὶ στῆναι καὶ μεταστῆναι καὶ τὸ νεῦμα ἐξομοιῶσαι τοῖς μέλεσιν αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα. εἰ δὲ μιμοῖτο τοὺς κρείττονας, φεῦ γέλωτος, ὡς πολὺς τῶν θεωμένων ἐκπίπτει καίτοι μυρίων φόβων ἐπηρτημένων, εἴ τις ἐπʼ αὐτῷ γελῶν εἴη, νεύει μὲν γὰρ τοῦ μετρίου πλέον ξυνάγων τὸ πνεῦμα, ἐπʼ ἄκρων δὲ διίσταται τῶν ποδῶν ἀνακλώμενος, ὥσπερ οἱ ἐπὶ τοῦ τροχοῦ, φύσει δʼ ἐρυθρὸς ὢν ἐρευθεῖ μᾶλλον πιμπραμένου αὐτῷ τοῦ προσώπου, τὸ δὲ πνεῦμα ὀλίγον καὶ οὐκ ἀποχρῶν που δή.
work οἱ δʼ ἐν ἀγῶνι πρὸς αὐτὸν πῶς ὑφίενται, ὦ Μουσώνιε; τέχνῃ γάρ που χαρίζονται.
work τέχνῃ μέν, ὥσπερ οἱ ὑποπαλαίοντες· ἀλλʼ ἐνθυμήθητι, ὦ Μενέκρατες, τὸν τῆς τραγῳδίας ὑποκριτήν, ὡς Ἰσθμοῖ ἀπέθανεν· εἰσὶ γὰρ κίνδυνοι καὶ περὶ τὰς τέχνας, ἢν ἐπιτείνωσιν οἱ τεχνάζοντες.
work καὶ τί τοῦτο, Μουσώνιε; σφόδρα γὰρ ἀνήκοος τοῦ λόγου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme