Thesauros Literature biography Νέρων

Νέρων

Νέρων Philostratus the Athenian 2nd/3rd cent
work ἄκουε δὴ λόγου ἀτόπου μέν, ἐν ὀφθαλμοῖς δὲ Ἑλλήνων πεπραγμένου· Ἰσθμοῖ γὰρ νόμου κειμένου μήτε κωμῳδίαν ἀγωνίζεσθαι μήτε τραγῳδίαν ἐδόκει Νέρωνι τραγῳδοὺς νικᾶν, καὶ παρῆλθον ἐς τὴν ἀγωνίαν ταύτην πλείους μέν, ὁ δʼ Ἠπειρώτης ἄριστα φωνῆς ἔχων, εὐδοκιμῶν δʼ ἐπʼ αὐτῇ καὶ θαυμαζόμενος λαμπροτέρᾳ τοῦ εἰωθότος ἐπλάττετο καὶ τοῦ στεφάνου ἐρᾶν καὶ μηδʼ ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης, ὁ δʼ ἠγρίαινέ τε καὶ μανικῶς εἶχε, καὶ γὰρ δὴ καὶ ἠκροᾶτο ὑπὸ τῇ σκηνῇ ἐπʼ αὐτῷ δὴ τἀγῶνι, βοώντων τε τῶν Ἑλλήνων ἐπὶ τῷ Ἠπειρώτῃ πέμπει τὸν γραμματέα κελεύων ὑφεῖναι ἑαυτῷ τοῦτον, τοῦ δὲ ὑπεραίροντος τὸ φθέγμα καὶ δημοτικῶς ἐρίζοντος ἐσπέμπει Νέρων ἐπʼ ὀκριβάντων τοὺς ἑαυτοῦ ὑποκριτὰς οἷον προσήκοντάς τι τῷ πράγματι, καὶ γὰρ δὴ καὶ δέλτους ἐλεφαντίνας ʽἔχοντες καἲ διθύρους ... προβεβλημένοι αὐτάς, ὥσπερ ἐγχειρίδια καὶ τὸν Ἠπειρώτην ἀναστήσαντες πρὸς τὸν ἀγχοῦ κίονα κατέαξαν αὐτοῦ τὴν φάρυγγα παίοντες ὀρθαῖς ταῖς δέλτοις.
work τραγῳδίαν δὲ ἐνίκα, Μουσώνιε, μιαρὸν οὕτω πάθος ἐν ὀφθαλμοῖς τῶν Ἑλλήνων ἐργασάμενος;
work παιδιὰ ταῦτα νεανίᾳ τῷ μητροκτονήσαντι· εἰ δὲ τραγῳδίας ὑποκριτὴν ἀπέκτεινεν ἐκτεμὼν αὐτοῦ τὸ φθέγμα, τί χρὴ θαυμάζειν; καὶ γὰρ δὴ καὶ τὸ Πυθικὸν στόμιον, παρʼ οὗ αἱ ὀμφαὶ ἀνέπνεον, ἀποφράττειν ὥρμησεν, ὡς μηδὲ τῷ Ἀπόλλωνι φωνὴ εἴη, καίτοι τοῦ Πυθίου καταλέξαντος αὐτὸν ἐς τοὺς Ὀρέστας τε καὶ Ἀλκμαίωνας, οἷς τὸ μητροκτονῆσαι καὶ λόγον τινὰ εὐκλείας ἔδωκεν, ἐπειδὴ πατράσιν ἐτιμώρησαν, ὁ δὲ μηδαμῶς εἰπεῖν ἔχων, ὅτῳ ἐτιμώρησεν, ὑβρίσθαι ὑπὸ τοῦ θεοῦ ᾤετο πρᾳότερα τῶν ἀληθῶν ἀκούων. ἀλλὰ μεταξὺ λόγων, τίς ἡ προσιοῦσα ναῦς; ὡς ἐπάγειν τι ἀγαθὸν ἔοικεν· ἐστεφάνωνται γὰρ τὰς κεφαλάς, ὥσπερ χορὸς εὔφημος, καὶ τις ἐκ τῆς πρῴρας προτείνει τὴν χεῖρα παρακελευόμενος ἡμῖν θαρρεῖν τε καὶ χαίρειν βοᾷ τε, εἰ μὴ παρακούω, Νέρωνα οἴχεσθαι.
work βοᾷ γάρ, Μουσώνιε, καὶ σαφέστερόν γε, ὅσῳ τῆς γῆς ἅπτεται· εὖ γε, ὦ θεοί.
work ἀλλὰ μὴ ἐπευχώμεθα· ἐπὶ γὰρ τοῖς κειμένοις οὔ φασι δεῖν.
← Previous 4 / 4

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme