Book 1
25
χθές σε ὀργιζομένην κατέλαβον καὶ ἔδοξα ἄλλην βλέπειν. τούτου δὲ αἴτιον ἡ τοῦ θυμοῦ ἔκστασις ἀκριβῶς σου συγχέουσα τὴν τοῦ προσώπου χάριν· μὴ δὴ μεταποίει τὴν γνώμην μηδὲ ἄγριον βλέπε. οὐδὲ γὰρ τὴν σελήνην ἔτι λαμπρὰν δοκοῦμεν, ὅταν ᾖ συννεφής, οὐδὲ τὴν Ἀφροδίτην καλήν, ὅταν ὀργίζηται ἢ δακρύῃ, οὐδὲ τὴν Ἥραν βοῶπιν, ὅτε χαλεπαίνει τῷ Διί, οὐδὲ τὴν ἅλα δῖαν, ὅτε ταράττεται. ἡ δὲ Ἀθηνᾶ καὶ ἔρριψε τὸν αὐλὸν ὡς τὸ πρόσωπον αὐτῆς συγχέαντα. ἤδη καὶ τὰς Ἐρινῦς Εὐμενίδας καλοῦμεν, ὡς τὸ σκυθρωπὸν ἀρνουμένας, καὶ ταῖς ἀκάνθαις τῶν ῥόδων χαίρομεν, ὅτι ἐξ ἀγρίου θάμνου καὶ λυπεῖν καὶ κεντεῖν εἰδότος γελῶσιν ἐν τοῖς ῥόδοις. ἄνθος δέ ἐστι καὶ γυναικὶ ἡ τοῦ προσώπου γαλήνη. μὴ τραχεῖα γίγνου, μὴ φοβερά, μὴ ἀποστεροῦ τὸ κάλλος, μὴ ἀφαιροῦ ῥόδων σεαυτήν, ἃ ταῖς καλαῖς ὑμῖν ἐν τοῖς ὄμμασι φύεται. εἰ δὲ ἀπιστεῖς οἷς λέγω, τὸ κάτοπτρον λαβοῦσα ἴδε σου τὸ πρόσωπον ἠλλαγμένον· εὖγε, ὅτι ἀπεστράφης.
κς
26
κελεύεις μοι μὴ βλέπειν κἀγὼ σοὶ μὴ βλέπεσθαι. τίς τοῦτο κελεύει νομοθέτης; τίς δὲ καὶ ἐκεῖνο; εἰ δὲ μηδέτερον κεκώλυται, μήτε ἑαυτὴν ἀφαιροῦ τῆς ἐς ἐπίδειξιν εὐδοκιμήσεως, μήτε ἐμὲ τῆς ἐς τέρψιν ἐξουσίας. οὐδὲ πηγὴ λέγει μὴ πίῃς, οὐδὲ ὀπώρα μὴ λάβῃς, οὐδὲ λειμὼν μὴ προσέλθῃς. ἕπου καὶ σὺ τοῖς νόμοις καὶ διψῶντα παῦσον.
κζ
27
ὡς δύσερί σοι καὶ φιλόνεικον τὸ κάλλος· ἀμελούμενον μᾶλλον ἀνθεῖ, καθάπερ τῶν φυτῶν ὅσα τῇ φύσει θαρροῦντα καὶ τῆς τῶν γεωργῶν ὀλιγωρίας μὴ χρῄζοντα· οὐχ ἵππον ἀναβαίνεις, οὐκ ἐς παλαίστραν ἀπαντᾷς, οὐχ ἡλίῳ δίδως σεαυτόν, ἀλλʼ αὐχμηρὸς περίει καὶ ῥυπῶν καὶ σεαυτῷ μαχόμενος. ἐξηπάτησαι· καλὸς εἶ, κἂν μὴ θέλῃς, καὶ πάντας ἕλκεις τῷ λίαν ἀμελουμένῳ, ὥσπερ οἱ βότρυς καὶ τὰ μῆλα καὶ εἴ τι ἄλλο αὐτόματον καλόν. οὕτω καὶ ὁ Ἀπόλλων ποιμένων ἤρα καὶ ἡ Ἀφροδίτη βουκόλων ἤρα καὶ ἀγροίκων καὶ ἡ Δημήτηρ τῶν τὰ ἀστεῖα οὐκ εἰδότων. οὐδεὶς οὐδὲ ἀστέρας εἶδε κοσμουμένους οὐδὲ ὄρνιθας, οὐδὲ ἵππους καλλωπιζομένους χρυσῷ ἢ ἐλέφαντι λανθάνειν μηχανωμένους τοῦ ζῴου τὸ γαῦρον.
κη