Book 1
28
τὴν καλὴν ἀπὸ τοῦ τρόπου δεῖ ποιεῖσθαι τῶν ἐραστῶν τὸν κατάλογον, οὐκ ἀπὸ τοῦ γένους, καὶ γὰρ ξένος ἐπιεικὴς δύναται γενέσθαι καὶ πολίτης κακός, ὅσῳ καὶ τοῦ φρονεῖν ἐγγύτερός ἐστιν. ὁ μὲν οὖν ἐγχώριος οὐδὲν διαφέρει λίθων καὶ παντὸς τοῦ μένοντος, ᾧ τὸ ἑδραῖον ἀνάγκῃ πρόσεστιν, ὁ δὲ ξένος ἔοικε τοῖς ὀξυτάτοις θεοῖς Ἡλίῳ καὶ ἀνέμοις καὶ ἄστροις καὶ Ἔρωτι, ὑφʼ ὧν κἀγὼ πτηνὸς γενόμενος δεῦρο ἐλήλυθα κινηθεὶς προφάσει κρείττονι. μή μου τῆς ἱκεσίας ὑπερίδῃς· οὐδὲ τὸν Πέλοπα ἡ Ἱπποδάμεια ἠτίμησε ξένον ὄντα καὶ βάρβαρον, οὐδὲ ἡ Ἑλένη τὸν διʼ αὐτὴν παρόντα, οὐδὲ ἡ Φύλλις τὸν ἐκ θαλάττης ʽἥκοντἀ, οὐδὲ ἡ Ἀνδρομέδα τὸν πρὸς αὐτὴν καταπτάντα. ᾔδεσαν γάρ, ὡς παρὰ μὲν τῶν ἐγχωρίων μίαν πόλιν λαμβάνουσι, παρὰ δὲ τῶν ξένων πολλάς. καὶ μὴν κἀγὼ τοῦ ἔρωτος ξένος καὶ σὺ τοῦ κάλλους, οὐ γὰρ ἡμεῖς πρὸς αὐτὰ ἀπήλθομεν, ἀλλʼ αὐτὰ πρὸς ἡμᾶς κατῆλθε, καὶ τὴν παρουσίαν αὐτῶν δεδέγμεθα ἡδέως, ὡς τὴν τῶν ἄστρων οἱ πλέοντες. εἰ δʼ ἐμοὶ τὸ ξένῳ εἶναι οὐ γίγνεται πρὸς τὸν ἔρωτα ἐμποδών, μηδὲ σοὶ κώλυμα ἔστω πρὸς τὸ συνεῖναι τοῖς ἐρῶσιν. ταχύ γʼ ἂν φυγάδα εἵλου νυμφίον, ὥσπερ Ἄδραστος τὸν Πολυνείκην καὶ τὸν Τυδέα, οὓς γαμβροὺς ἐποιήσατο ἐπὶ τῆς βασιλείας τὴν ἔκτισιν. μὴ λακώνιζε, ὦ γύναι, μηδὲ μιμοῦ τὸν Λυκοῦργον, ξενηλασίαν γὰρ ἔρως οὐκ ἔχει.
κθ
29
τὰ μὲν σὰ ὄμματα φιλῶ, τὰ δὲ ἐμὰ οὐ φιλῶ, τοῖς μὲν γὰρ σύνεσιν πολλὴν συνέγνωκα, τοῖς δὲ δεινὴν περιεργίαν· ἀναίσχυντά ἐστιν, ἀλλὰ καὶ κρύπτειν οὐδὲν δυνάμενα ὧν ἑώρακεν ἅπαξ. οὐκ ἀφέστηκεν οὖν μου τῆς ψυχῆς λέγοντα· οὐκ εἶδες τὴν εὔκομον, τὴν εὐπρόσωπον; ἧκε, ἀνάβηθι, ἀλλὰ καὶ κλαῦσον καὶ γράψον καὶ δεήθητι. ἡ δὲ εὖ μάλα πείθεται, παρακούειν μὴ δυναμένη λίχνων δορυφόρων, καὶ γὰρ μὴ βουλομένην σύρουσιν ἔξω καὶ βιάζονται ὅσα αὐτοὶ προλαβόντες ἐπῄνεσαν. ἀμέλει πρὶν ἔρωτα ἐς γῆν καταπτῆναι μόνον τὸν ἥλιον ἠπίστατο καλὸν ἡ ψυχὴ καὶ τοῦτο αὐτῆς τὸ θέαμα καὶ θαῦμα ἦν, γευσαμένη δὲ ὥρας ἀνθρωπίνης ἔκαμε καὶ τῆς σπουδῆς ἐκείνης κατέπεσεν, ἐς δὲ θητείαν μετήχθη πικράν.
λ