Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

30 τὸ μὲν ἔργον ἕν, ἄν τε ἐπὶ ἀνδρὸς ἄν τε ἐπὶ μοιχοῦ γένηται, τὸ δὲ τῷ κινδύνῳ σφαλερώτερον τῇ χάριτι μεῖζον· οὐχ οὕτω γὰρ εὐφραίνει τὸ φανερὸν τῆς ἐξουσίας ὡς τὸ ἀπόρρητον τῆς ἡδονῆς, πᾶν δὲ τερπνότερον τὸ κεκλεμμένον. οὕτω καὶ Ποσειδῶν ὑπῆλθε πορφύρῳ κύματι καὶ βοὶ Ζεὺς καὶ χρυσῷ ὕδατι καὶ δράκοντι καὶ ἄλλοις προκαλύμμασιν, ἀφʼ ὧν Διόνυσος καὶ Ἀπόλλων καὶ Ἡρακλῆς καὶ οἱ ἐκ μοιχείας θεοί. λέγει δὲ Ὅμηρος καὶ τὴν Ἥραν ἰδεῖν αὐτὸν τότε ἡδέως, ὅτε αὐτῇ συνῄει λάθρα, τὴν γὰρ ἀνδρὸς ἐξουσίαν μετέθηκεν ἐς κλοπὴν μοιχείας.

λα

31 ὁ μοιχὸς καὶ πείσας σφαλερώτατον ἀνάλωμα καὶ ὀδυνηρὸν μὴ τυγχάνων, τῆς μὲν γὰρ εὐπραγίας κίνδυνος ὁ νόμος, τῆς δὲ λύπης μισθὸς ὁ ἔρως. φοβεῖσθαι δὲ ἄμεινον τυχόντα ὧν βούλεταί τις ἢ ἀνιᾶσθαι ἀμελούμενον.

λβ

32 τὰ μὲν ὄμματά σου διαυγέστερα τῶν ἐκπωμάτων, ὡς δύνασθαι διʼ αὐτῶν καὶ τὴν ψυχὴν ἰδεῖν, τὸ δὲ τῶν παρειῶν ἐρύθημα εὔχρουν ὑπὲρ αὐτὸν τὸν οἶνον, τὸ δὲ λινοῦν τοῦτο χιτώνιον ἀντιλάμπει ταῖς παρειαῖς, τὰ δὲ χείλη βέβαπται τῷ ῥόδων αἵματι, καί μοι δοκεῖς καὶ τὸ ὕδωρ φέρειν ὡς ἀπὸ πηγῶν τῶν ὀμμάτων καὶ διὰ τοῦτο εἶναι Νυμφῶν μία. πόσους ἱστᾷς ἐπειγομένους; πόσους κατέχεις παρατρέχοντας; πόσους μὴ φθεγξαμένη καλεῖς; ἐγὼ πρῶτος, ἐπειδὰν ἴδω σε, διψῶ καὶ ἵσταμαι μὴ θέλων, τὸ ἔκπωμα κατέχων· τὸ μὲν οὐ προσάγω τοῖς χείλεσι, σοῦ δʼ οἶδα πίνων.

λγ

33 ἐξ ὑέλου μὲν τὰ ἐκπώματα, αἱ δὲ σαὶ χεῖρες ἀργυρᾶ αὐτὰ ποιοῦσι καὶ χρυσᾶ, ὡς τούτοις τὸ βλέπειν ὑγρῶς παρὰ τῶν σῶν ὀμμάτων εἶναι· ὥστε ἐκεῖνα μὲν κατάθου καὶ χαίρειν ἔα τά τε ἄλλα καὶ διὰ τὸν ἐν τῷ σφαλερῷ τῆς ὕλης φόβον, ἐμοὶ δὲ μόνοις πρόπινε τοῖς ὄμμασιν, ὧν καὶ ὁ Ζεὺς γευσάμενος καλὸν οἰνοχόον παρεστήσατο. εἰ δὲ βούλει, τὸν μὲν οἶνον μὴ παραπόλλυε, μόνου δὲ ἐμβαλοῦσα ὕδατος καὶ τοῖς χείλεσι προσφέρουσα πλήρου φιλημάτων τὸ ἔκπωμα καὶ οὕτως δίδου τοῖς δεομένοις. ἔστι γὰρ ἀνέραστος οὐδεὶς οὕτως, ὡς ποθεῖν ἔτι τὴν Διονύσου χάριν μετὰ τὰς τῆς Ἀφροδίτης ἀμπέλους.

λδ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme