Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

34 οὐκ οἶδα, τί σου μᾶλλον ἐπαινέσω· τὴν κεφαλήν; ἀλλʼ ὢ τῶν ὀμμάτων. τοὺς ὀφθαλμούς; ἀλλʼ ὢ τῶν παρειῶν. τὰς παρειάς; ἀλλὰ τὰ χείλη με ἐπάγεται καὶ δεινῶς κᾴει κεκλεισμένα μὲν διʼ εὐκοσμίαν, ἀνοιχθέντα δὲ διʼ εὐωδίαν.

λε

35 ἡ Δανάη χρυσὸν ἐλάμβανεν, ἡ Λήδα ὄρνιθας, ἡ Εὐρώπη τὰ ἐξ ἀγέλης, ἡ Ἀντιόπη ὅσα ὄρεια, ἡ Ἀμυμώνη ὅσα θαλάττια, οἱ δὲ ποιηταὶ τὰ δῶρα μύθους ἐποίησαν παράγοντες τὴν ἀλήθειαν ψυχαγωγίᾳ ψευσμάτων. λάβε, λάβε καὶ σὺ τὸν ἀκκισμὸν ἀφελοῦσα τοῦ μεγαλογνώμονος καὶ τὴν εἰρωνείαν ἀφεῖσα τοῦ σώφρονος, ἵνα κἀγὼ Ζεὺς γένωμαι καὶ Ποσειδῶν, διδοὺς μὲν ἃ θέλεις, ἃ δὲ θέλω λαμβάνων.

λς

36 μὴ ὑποδήσῃ ποτέ, μηδὲ κρύψῃς τὰ σφυρὰ ἐψευσμένοις καὶ δολεροῖς δέρμασιν, ὧν ἀπατηλὸν τὸ κάλλος ἐν τῇ βαφῇ. εἰ μὲν γὰρ λευκὸν φοροίης, συγχεῖς τὴν τῶν ποδῶν λευκότητα, τὸ γὰρ ὅμοιον ἐν τῷ ὁμοίῳ οὐ φαίνεται, εἰ δὲ ὑακίνθινον, τῷ μέλανι λυπεῖς, εἰ δὲ φοινικοβαφῆ, φοβεῖς, ὡς ρέοντος ἐκεῖθέν ποθεν αἵματος. εἰ δέ σου καὶ τὰ ἄλλα πάντα ἐφαίνετο, καὶ πολὺ κρείττων ἂν ἦς, ἐμπίπτουσα ὅλη ταῖς τῶν ὁρώντων θήραις. ἀλλὰ τῶν μὲν ἄλλων μερῶν ποιοῦ τινα, εἰ θέλεις, φειδὼ καὶ μήτε σκέπης αὐτοῖς φθονήσῃς, μήτε προβλημάτων τῶν ἀναγκαίων, τοὺς δὲ πόδας κατάλιπε γυμνοὺς ὡς δειρήν, ὡς παρειάς, ὡς κόμας, ὡς καὶ ῥῖνα καὶ ὄμματα, ὅπου μὲν γάρ τι ἡμαρτήθη τῇ φύσει, σοφισμάτων δεῖ πρὸς τὴν βλάβην, ἵνα κρύψῃ τὸ ἐλλιπὲς ἡ τέχνη, ὅπου δὲ ἀρκεῖ τὸ κάλλος ἐπιδείξει οἰκείᾳ, περιττὰ τὰ φάρμακα. θάρσησον σεαυτῇ καὶ πίστευσον τοῖς ποσί· τούτων φείσεται καὶ πῦρ, τούτων καὶ θάλαττα, κἂν ποταμὸν θελήσῃς περᾶσαι, στήσεται, κἂν κρημνοὺς ὑπερβῆναι, λειμῶνας δόξεις πατεῖν. οὕτω καὶ τὴν Θέτιν ἀργυρόπεζαν εἶπεν ὁ πάσας ἀκριβῶς εἰδὼς τὰς κάλλους ὑπεροχάς, οὕτω καὶ τὴν Ἀφροδίτην γράφουσιν οἱ ζωγράφοι τὴν ἀνασχοῦσαν ἐκ τῆς θαλάττης. μὴ βασάνιζε, ὦ καλή, τὼ πόδε, μηδὲ κρύπτε οὐδὲν ἔχοντας τοῦ λαθεῖν ἄξιον, ἀλλὰ βάδιζε μαλακῶς καὶ κατάλειπε σεαυτῆς ἴχνος, ὡς μέλλουσά τι χαρίζεσθαι καὶ τῇ γῇ.

λζ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme