Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

37 ὁ Μῶμος τῶν μὲν ἄλλων οὐδὲν ἔφη τῆς Ἀφροδίτης αἰτιάσασθαι, τί γὰρ ἂν καὶ ἐμέμψατο; ἓν δὲ μόνον δυσχεραίνειν ἔφη, ὅτι τρύζοι αὐτῆς τὸ ὑπόδημα καὶ λίαν εἴη λάλον καὶ τῷ ψόφῳ ὀχληρόν, εἰ δὲ ἀνυπόδετος ἐβάδιζεν, ὥσπερ ἀνέσχεν ἐκ τῆς θαλάττης, οὐκ ἄν ποτε ηὐπόρησε σκωμμάτων οὐδὲ κωμῳδίας ὁ ἀλιτήριος, καί μοι δοκεῖ μηδὲ μοιχευομένη διὰ τοῦτο μόνον λαθεῖν, ὅτι πάντα ὁ Ἥφαιστος ἔγνω τὰ κεκρυμμένα, τοῦ σανδαλίου διαβαλόντος. ταῦτα μὲν ἡμῖν ὁ μῦθος, σὺ δὲ καὶ τῆς Ἀφροδίτης ἔοικας βουλεύεσθαι ἄμεινον χρωμένη τοῖς ποσίν, ὡς ἐτέχθης καὶ φεύγουσα τοῦ Μώμου τὰ ἐγκλήματα. ὦ ἄδετοι πόδες, ὦ κάλλος ἐλεύθερον, ὦ τρισευδαίμων ἐγὼ καὶ μακάριος, ἐὰν πατῇ με.

λη

38 ὃ τοῖς ἄλλοις ἐπίρρητον δοκεῖ καὶ μέμψεως ἄξιον, ὅτι ἀναίσχυντος εἶ καὶ θρασεῖα καὶ εὔκολος, τοῦτο μάλιστα ἐγώ σου φιλῶ. καὶ γὰρ ἵππους θαυμάζομεν τοὺς φρονήματι χρωμένους καὶ ὄρνιθας τοὺς μὴ νεύοντας κάτω. οὐδὲν οὖν οὐδὲ σὺ καινὸν ποιεῖς, εἰ γυνὴ οὖσα πολλῶν ὥρᾳ κρατοῦσα ὑψηλόν τε ὁρᾷς καὶ μετέωρον βαδίζεις, εἴπερ τις ἐστὶ καὶ κάλλους ἀκρόπολις πολὺ κρείττων τῶν βασιλείων. μισθώματα λαμβάνεις· καὶ γὰρ ἡ Δανάη χρυσόν. καὶ στεφάνους δέχῃ· τοῦτο μὲν καὶ Ἄρτεμις ἡ παρθένος. καὶ γεωργοῖς παρέχεις σεαθτήν· ἡ δὲ Ἑλένη καὶ ποιμέσι καὶ κιθαρῳδοῖς· μηδὲ δούλων καταφρονήσῃς, ἵνα κἂν διὰ σὲ δοκῶσιν ἐλεύθεροι, ἀλλὰ μηδὲ ναυτῶν· ταχέως μὲν ἀπίασιν, ἀλλʼ ὁ Ἰάσων οὐκ ἄτιμος ὁ πρῶτος κατατολμήσας θαλάττης· οὔτε γὰρ πῦρ θερμὸν οὕτως ὥς σου τὸ ἆσθμα, οὔτε αὐλὸς ἡδὺ ἄκουσμα οὕτως, ὡς τὰ σὰ ῥήματα.

λθ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme