Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

57 πέπεισαι μέν, ὡς εἰκάζειν ἔχω, τοῦ δὲ ἔργου τὴν αἰσχύνην ὀκνεῖς. εἶτα πρᾶγμα ἀποδιδράσκεις, ἀφʼ οὗ τις φίλος γίγνεται; οὐκ ἐντεῦθεν ἐπληρώθη καλῶν τὰ Ὁμήρου ἔπη τὸν Νιρέα, τὸν Ἀχιλλέα ἐς Τροίαν ἄγοντος; οὐκ ἐντεῦθεν Ἁρμόδιοι καὶ Ἀριστογείτονες, οἵ γε φίλοι καὶ μέχρι τῶν ξιφῶν; ὁ δὲ Ἀπόλλων οὐκ Ἀδμήτῳ καὶ Βράγχῳ ἐθήτευσεν; ὁ δὲ Ζεὺς οὐ τὸν Γανυμήδην ἥρπασεν, ᾧ χαίρει καὶ πρὸ τοῦ νέκταρος; μόνοι γὰρ ὑμεῖς οἱ καλοὶ καὶ τὸν οὐρανὸν οἰκεῖτε ὡς πόλιν. μὴ φθονήσῃς ἐραστοῦ σεαυτῷ δοῦναι μὲν ἀθανασίαν οὐκ ἔχοντος, τὴν δὲ αὑτοῦ ψυχὴν προτείνοντος. εἰ δὲ ἀπιστεῖς, ἕτοιμος ἀποθνήσκειν, ἂν ἐπιτάττῃς τοῦτο νυνί. εἰ δὲ πλέκω τὸν βρόχον, ἀπάνθρωπε, οὐκ ἀφαιρήσεις;

νη

58 ἐπαινῶ σε ἀντισοφιζόμενον τῷ χρόνῳ καὶ περικόπτοντα τὰ γένεια, ὃ γὰρ ἀπῆλθε φύσει, τοῦτο μένει τέχνῃ, ἡδίστη δὲ ἡ τῶν ἀπολλυμένων ἀνάκτησις, ὥστʼ, εἰ ἐμοὶ συμβουλεύοντι πείθοιο, τῇ μὲν κεφαλῇ κόμα καὶ μελέτω σοι τῶν βοστρύχων, ὡς τοὺς μὲν ταῖς παρειαῖς συγκαταβαίνειν ἠρέμα, τοὺς δὲ τοῖς ὤμοις ἐπικαθῆσθαι, καθάπερ φησὶν Ὅμηρος τοὺς Εὐβοεῖς ὄπισθεν κομᾶν — κεφαλὴ γὰρ ἀνθοῦσα ἡδίων παρὰ πολὺ τοῦ τῆς Ἀθηνᾶς φυτοῦ, εἴπερ γε δεῖ καὶ ταύτην τὴν ἀκρόπολιν μὴ ψιλὴν ὁρᾶσθαι μηδὲ ἀκόσμητον — τὰ δὲ γένειά σοι ψιλὰ ἔστω καὶ μηδὲν ἐνοχλείτω τῷ φωτὶ τούτῳ μήτε νεφέλη μήτε ἀχλύς. ὡς γὰρ οὐχ ἡδὺ θέαμα κεκλεισμένα ὄμματα, οὕτως οὐδὲ γένεια καλοῦ κομῶντα. εἴτε οὖν φαρμάκοις εἴτε μαχαίραις λεπταῖς εἴτε ἄκροις δακτύλοις εἴτε ῥύμμασι καὶ πόαις εἴτε ἄλλῃ τινὶ μηχανῇ, πρᾶττε σεαυτῷ τὸ κάλλος μακρότερον. οὕτω γὰρ ἔσῃ μιμούμενος τοὺς ἀγήρως θεούς.

νθ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme