Book 1
64
τὴν σωφροσύνην, ἐφʼ ᾗ μέγα δὴ φρονεῖς, οὐκ οἶδα, τί εἴπω· πότερον ἀγριότητα ἀντίπαλον τῶν φύσεως ἐπιταγμάτων; ἢ φιλοσοφίαν ἀγροικίᾳ πεπυργωμένην; ἢ αὐθάδη πρὸς ἡδονὰς δειλίαν; ἢ σεμνὴν ὀλιγωρίαν τῶν τοῦ βίου τερπνῶν; ὅ τι δʼ ἂν ᾖ καὶ δοκῇ τοῖς σοφισταῖς, δόξῃ μέν ἐστι καλόν, ἔργῳ δὲ ἀπανθρωπότερον. τί γὰρ δὴ μέγα, πρὶν ἀπελθεῖν τοῦ βίου, νεκρὸν εἶναι σώφρονα; στεφάνωσαι, πρὶν ὅλως ἀπανθεῖν, καὶ χρίσαι, πρὶν σαπῆναι, καὶ κτῆσαι φίλους, πρὶν ἔρημον γενέσθαι. καλὸν νυκτὶ προλαβεῖν τὴν νύκτα ἐκείνην, πρὶν διψῆν, πιεῖν, πρὶν πεινῆν, φαγεῖν. ποίαν δοκεῖς ἡμέραν σεαυτοῦ; τὴν χθές; τέθνηκε. τὴν τήμερον; οὐκ ἔστι. τὴν ἐπιοῦσαν; οὐκ οἶδα, εἰ παρέσται σοι· καὶ σὺ κἀκεῖνα τῆς τύχης.
ξε
65
Ἐπικτήτῳ. φοβοῦ δῆμον, παρʼ ᾧ πολλὰ δύνασαι.
ξς
66
Χαρίτωνι. μεμνήσεσθαι τῶν σῶν λόγων οἴει τοὺς Ἕλληνας, ἐπειδὰν τελευτήσῃς· οἱ δὲ μηδὲν ὄντες, ὁπότε εἰσίν, τίνες ἂν εἶεν, ὁπότε οὐκ εἰσίν;
ξζ
67
Φιλήμονι. τὸν τραγῳδὸν Διοκλέα, εἰ μὲν ἤδη γιγνώσκεις, ἐπαινεῖς δήπου, εἰ δὲ ἀγνοεῖς, ἐν τοῖς καλῶς ἐπαινουμένοις γράφε καὶ γενοῦ περὶ αὐτὸν οἷον εἰκὸς ἢ τὸν πεπεισμένον ἢ τὸν μὴ ἀπιστοῦντα.
ξη
68
Κτησιδήμῳ. οἱ ἐρωτικοὶ τῶν ποιητῶν ἀγαθὴ ἀκρόασις καὶ ἐξώροις, ἄγουσι γὰρ αὐτοὺς ἐς ἔννοιαν τοῦ ἐρᾶν ὥσπερ ἀνηβηκότας. μὴ δὴ νόμιζε σαυτὸν ὑπερήμερον τῆς τούτων ἀκροάσεως· ἡ γὰρ ξυνουσία τῶν τοιῶνδε ποιητῶν ἢ οὐκ ἐπιλήσει σε ἀφροδισίων ἢ ἀναμνήσει.
ξθ
69
Ἐπικτήτῳ. οἱ τελούμενοι τῇ Ῥέᾳ μαίνονται πληγέντες τὰ ὦτα κτύποις ὀργάνων. ἀλλʼ ἐκεῖνα μὲν κυμβάλων καὶ αὐλῶν ἔργα, σὲ δὲ οὕτως ἐκπλήττουσιν Ἀθηναῖοι κροτοῦντες, ὡς ἐκλανθάνεσθαι, τίς εἶ καὶ τίνων γέγονας.
ο
70
Κλεοφῶντι καὶ Γαίῳ. ὑπὲρ ὧν ἐπεστείλατε, τὰ μὲν ἤδη γέγονε, τὰ δὲ αὐτίκα ἔσται· ἐγὼ γὰρ Λήμνιος ὢν πατρίδα ἐμαυτοῦ καὶ τὴν Ἴμβρον ἡγοῦμαι, συνάπτων εὐνοίᾳ καὶ τὰς νήσους ἀλλήλαις καὶ ἐμαυτὸν ἀμφοτέραις.
οα