Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

71 Πλεισταρετιανῷ. τὸ ποιητικὸν ἔθνος πολλοὶ καὶ πλείους ἢ οἱ τῶν μελιττῶν ἑσμοί, βόσκουσι δὲ τὰς μὲν λειμῶνες, τοὺς δὲ οἰκίαι καὶ πόλεις, ἀνθεστιῶσί τε αἱ μὲν κηρίοις, οἱ δὲ ὀψοποιίᾳ λαμπρᾷ. εἰσὶ δὲ τῶν ποιητῶν οἱ καὶ τραγήμασιν ἑστιῶντες, τούτους δὲ ἡγώμεθα τοὺς τῶν ἐρωτικῶν ποιητάς, ὧν εἷς καὶ Κέλσος οὗτος ᾠδαῖς παραδεδωκὼς τὸν ἑαυτοῦ βίον, ὥσπερ οἱ χρηστοὶ τέττιγες. ὡς δʼ ἂν μὴ δρόσῳ, ἀλλὰ σιτίοις ἀληθινοῖς τραφείη, πεπίστευκά σοι μελήσειν.

οβ

72 Ἀντωνίνῳ. οἱ πελαργοὶ τὰς πεπορθημένας πόλεις οὐκ ἐσπέτονται κακῶν πεπαυμένων ἠχὼ φεύγοντες, σὺ δὲ οἰκίαν οἰκεῖς, ἣν αὐτὸς ἐπόρθησας καὶ θεοῖς τοῖς ἐν αὐτῇ θύεις, ὥσπερ οὐκ οὖσιν, ἢ οὖσι μέν, ἐκλελησμένοις δέ, ὅτι καὶ τὰ ἐκείνων ἔχεις.

ογ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme